Ancient Greek · ~1 min
11.11 to 11.12
Polybius, Ἱστορίαι 11.11-12
Not analysed yet
ἐξ οὗ καὶ συνέβη τοὺς πλείστους τῶν Ἰβήρων ἐν αὐτῷ τῷ τῆς μάχης καιρῷ κατακοπῆναι. τῶν δὲ θηρίων τὰ μὲν ἓξ ἅμα τοῖς ἀνδράσιν ἔπεσε, τὰ δὲ τέτταρα διωσάμενα τὰς τάξεις ὕστερον ἑάλω μεμονωμένα καὶ ψιλὰ τῶν Ἰνδῶν.