Ancient Greek · ~2 min
11.22.10 to 11.22.11
Polybius, Ἱστορίαι 11.22.10-11
Not analysed yet
τὸ τηνικαῦτα δὲ διαδεξάμενος ὁ Πόπλιος διὰ τῶν διαστημάτων ἐν ταῖς σημαίαις εἴσω τοὺς ἀκροβολιζομένους, καὶ μερίσας ἐφʼ ἑκάτερον κέρας ὀπίσω τῶν παρατεταγμένων, πρῶτον μὲν τοὺς γροσφομάχους, ἐπὶ δὲ τούτοις ἐπιβάλλει τοὺς ἱππεῖς, τὰς μὲν ἀρχὰς μετωπηδὸν ποιούμενος τὴν ἔφοδον· ἀποσχὼν δὲ περὶ τετραστάδιον τῶν ὑπεναντίων, τοὺς μὲν Ἴβηρας τηροῦντας τὰς τάξεις τὸν αὐτὸν τρόπον ποιεῖσθαι τὴν ἐπαγωγὴν παρήγγειλε, τῷ μὲν δεξιῷ τὰς σημαίας καὶ τὰς ἴλας ἐπι