Ancient Greek · ~1 min
2.35.9 to 2.35.10
Polybius, Ἱστορίαι 2.35.9-10
Not analysed yet
ὁ δʼ ἀπὸ Γαλατῶν φόβος οὐ μόνον τὸ παλαιὸν ἀλλὰ καὶ καθʼ ἡμᾶς ἤδη πλεονάκις ἐξέπληξε τοὺς Ἕλληνας. διὸ καὶ μᾶλλον ἔγωγε παρωρμήθην ἐπὶ τὸ κεφαλαιώδη μὲν ἀνέκαθεν δὲ ποιήσασθαι τὴν ὑπὲρ τούτων ἐξήγησιν.