Ancient Greek · ~3 min
2.41.12 to 2.41.15
Polybius, Ἱστορίαι 2.41.12-15
Not analysed yet
καὶ πρῶτοι μὲν συνέστησαν Δυμαῖοι, Πατρεῖς, Τριταιεῖς, Φαραιεῖς· διόπερ οὐδὲ στήλην ὑπάρχειν συμβαίνει τῶν πόλεων τούτων περὶ τῆς συμπολιτείας. μετὰ δὲ ταῦτα μάλιστά πως ἔτει πέμπτῳ τὴν φρουρὰν ἐκβαλόντες Αἰγιεῖς μετέσχον τῆς συμπολιτείας· ἑξῆς δὲ τούτοις Βούριοι, τὸν τύραννον ἀποκτείναντες. ἅμα δὲ τούτοις Καρυνεῖς ἀποκατέστησαν. συνιδὼν γὰρ Ἰσέας ὁ τῆς Καρυνείας τότε τυραννεύων ἐκπεπτωκυῖαν μὲν ἐξ Αἰγίου τὴν φρουράν, ἀπολωλότα δὲ τὸν ἐν τῇ Βούρᾳ μόναρχον διὰ Μάργου καὶ τῶν Ἀχαιῶν, ἑαυτὸν δὲ πανταχόθεν ὁρῶν ὅσον οὐκ ἤδη πολεμηθησόμενον, ἀποθέμενος τὴν ἀρχὴν καὶ λαβὼν τὰ πιστὰ παρὰ τῶν Ἀχαιῶν ὑπὲρ τῆς ἀσφαλείας προσέθηκε τὴν πόλιν πρὸς τὸ τῶν Ἀχαιῶν σύστημα.