Ancient Greek · ~1 min
2.50.11 to 2.50.12
Polybius, Ἱστορίαι 2.50.11-12
Not analysed yet
προελθὼν Ἄρατος καὶ τήν τε τοῦ βασιλέως προθυμίαν ἀποδεξάμενος καὶ τὴν τῶν πολλῶν διάληψιν ἐπαινέσας παρεκάλει διὰ πλειόνων μάλιστα μὲν πειρᾶσθαι διʼ αὑτῶν σῴζειν καὶ τὰς πόλεις καὶ τὴν χώραν· οὐδὲν γὰρ εἶναι τούτου κάλλιον οὐδὲ συμφορώτερον· ἐὰν δʼ ἄρα πρὸς τοῦτο τὸ μέρος ἀντιβαίνῃ τὰ τῆς τύχης, πρότερον ἔφη δεῖν ἐξελέγξαντας πάσας τὰς ἐν αὑτοῖς ἐλπίδας τότε