Ancient Greek · ~2 min
3.109.11 to 3.109.13
Polybius, Ἱστορίαι 3.109.11-13
Not analysed yet
πᾶσαν γὰρ τὴν αὑτῆς προθυμίαν καὶ δύναμιν εἰς ὑμᾶς ἀπήρεισται, καὶ πάσας τὰς ἐλπίδας ἔχει τῆς σωτηρίας ἐν ὑμῖν. ὧν ὑμεῖς αὐτὴν μὴ διαψεύσητε νῦν, ἀλλʼ ἀπόδοτε μὲν τῇ πατρίδι τὰς ἁρμοζούσας χάριτας, φανερὸν δὲ πᾶσιν ἀνθρώποις ποιήσατε διότι καὶ τὰ πρότερον ἐλαττώματα γέγονεν οὐ διὰ τὸ Ῥωμαίους χείρους ἄνδρας εἶναι Καρχηδονίων, ἀλλὰ διʼ ἀπειρίαν τῶν τότε μαχομένων καὶ διὰ τὰς ἐκ τῶν καιρῶν περιστάσεις. ’τότε μὲν οὖν ταῦτα καὶ τοιαῦτα παρακαλέσας ὁ Λεύκιος διαφῆκε τοὺς πολλούς.