Ancient Greek · ~1 min
3.46.11 to 3.46.12
Polybius, Ἱστορίαι 3.46.11-12
Not analysed yet
τινὰ δὲ κατὰ μέσον τὸν πόρον ἀπέρριψεν εἰς τὸν ποταμὸν αὑτὰ διὰ τὸν φόβον· ὧν τοὺς μὲν Ἰνδοὺς ἀπολέσθαι συνέβη πάντας, τοὺς δʼ ἐλέφαντας διασωθῆναι. διὰ γὰρ τὴν δύναμιν καὶ τὸ μέγεθος τῶν προβοσκίδων ἐξαίροντες ταύτας ὑπὲρ τὸ ὑγρὸν καὶ διαπνέοντες, ἅμα δʼ ἐκφυσῶντες πᾶν τὸ παρεμπῖπτον ἀντέσχον, τὸ πολὺ καθʼ ὕδατος ὀρθοὶ ποιούμενοι τὴν πορείαν.