Ancient Greek · ~1 min
3.69.13 to 3.69.14
Polybius, Ἱστορίαι 3.69.13-14
Not analysed yet
τότε μὲν ἐπέσχε τοὺς παρʼ αὑτοῦ συνεγγίσαντας τῷ χάρακι καὶ στῆναι μὲν ἐκ μεταβολῆς ἠνάγκασε, διώκειν δὲ καὶ συμπλέκεσθαι τοῖς πολεμίοις ἐκώλυσε, διὰ τῶν ὑπηρετῶν καὶ σαλπιγκτῶν ἀνακαλούμενος. οἱ δὲ Ῥωμαῖοι βραχὺν ἐπισχόντες χρόνον ἀνέλυσαν, ὀλίγους μὲν αὑτῶν ἀποβαλόντες, πλείους δὲ τῶν Καρχηδονίων διεφθαρκότες.