Ancient Greek · ~2 min
3.72.11 to 3.72.13
Polybius, Ἱστορίαι 3.72.11-13
Not analysed yet
τοὺς δὲ πεζοὺς παρενέβαλε κατὰ τὰς εἰθισμένας παρʼ αὐτοῖς τάξεις, ὄντας τοὺς μὲν Ῥωμαίους εἰς μυρίους ἑξακισχιλίους, τοὺς δὲ συμμάχους εἰς δισμυρίους. τὸ γὰρ τέλειον στρατόπεδον παρʼ αὐτοῖς πρὸς τὰς ὁλοσχερεῖς ἐπιβολὰς ἐκ τοσούτων ἀνδρῶν ἐστιν, ὅταν ὁμοῦ τοὺς ὑπάτους ἑκατέρους οἱ καιροὶ συνάγωσιν. μετὰ δὲ ταῦτα τοὺς ἱππεῖς ἐφʼ ἑκάτερον θεὶς τὸ κέρας, ὄντας εἰς τετρακισχιλίους, ἐπῄει τοῖς ὑπεναντίοις σοβαρῶς, ἐν τάξει