Ancient Greek · ~1 min
4.12.12 to 4.12.14
Polybius, Ἱστορίαι 4.12.12-14
Not analysed yet
οἱ δὲ συμπίπτοντες ἀντίοις τοῖς ἐπιφερομένοις φαλαγγίταις οὐ προσεδέοντο τῶν πολεμίων, αὐτοὶ δὲ σφᾶς αὐτοὺς ἐκπλήττοντες ἠνάγκαζον φεύγειν προτροπάδην. ἐχρῶντο δὲ τῇ φυγῇ κατὰ τὴν ἀποχώρησιν, ὡς προείπομεν, ἐπὶ τὰς πόλεις· ὅ τε γὰρ Ὀρχομενὸς αἵ τε Καφύαι σύνεγγυς οὖσαι πολλοὺς ὤνησαν. μὴ γὰρ τούτου συμβάντος ἅπαντες ἂν ἐκινδύνευσαν διαφθαρῆναι παραλόγως. ὁ μὲν οὖν περὶ Καφύας γενόμενος κίνδυνος τοῦ