Ancient Greek · ~2 min
4.20.11 to 4.20.12
Polybius, Ἱστορίαι 4.20.11-12
Not analysed yet
καὶ τῶν μὲν ἄλλων μαθημάτων ἀρνηθῆναί τι μὴ γινώσκειν οὐδὲν αἰσχρὸν ἡγοῦνται, τήν γε μὴν ᾠδὴν οὔτʼ ἀρνηθῆναι δύνανται διὰ τὸ κατʼ ἀνάγκην πάντας μανθάνειν, οὔθʼ ὁμολογοῦντες ἀποτρίβεσθαι διὰ τὸ τῶν αἰσχρῶν παρʼ αὐτοῖς νομίζεσθαι τοῦτο. καὶ μὴν ἐμβατήρια μετʼ αὐλοῦ καὶ τάξεως ἀσκοῦντες, ἔτι δʼ ὀρχήσεις ἐκπονοῦντες μετὰ κοινῆς ἐπιστροφῆς καὶ δαπάνης κατʼ ἐνιαυτὸν ἐν τοῖς θεάτροις ἐπιδείκνυνται τοῖς αὑτῶν πολίταις