Ancient Greek · ~2 min
4.21.10 to 4.21.12
Polybius, Ἱστορίαι 4.21.10-12
Not analysed yet
ταῦτα μὲν οὖν ἡμῖν εἰρήσθω χάριν τοῦ μὴ διὰ μίαν πόλιν τὸ κοινὸν ἦθος διαβάλλεσθαι τῶν Ἀρκάδων, ὁμοίως δὲ καὶ τοῦ μὴ νομίσαντας ἐνίους τῶν κατοικούντων τὴν Ἀρκαδίαν περιουσίας χάριν τὰ κατὰ μουσικὴν ἐπὶ πλεῖον ἀσκεῖσθαι παρʼ αὑτοῖς ὀλιγωρεῖν ἐγχειρῆσαι τούτου τοῦ μέρους, ἔτι δὲ καὶ Κυναιθέων ἕνεκεν, ἵνʼ ἄν ποτʼ αὐτοῖς ὁ θεὸς εὖ δῷ, τραπέντες πρὸς παιδείαν ἡμερῶσιν αὑτούς, καὶ μάλιστα ταύτης πρὸς μουσικήν· οὕτως γὰρ μόνως ἂν λήξαιεν τῆς τότε περὶ αὐτοὺς γενομένης ἀγριότητος. ἡμεῖς δʼ ἐπειδὴ τὰ περὶ Κυναιθέων ὑποπίπτοντα δεδηλώκαμεν, αὖτις ἐπὶ τὴν ἐκτροπὴν ἐπάνιμεν.