Ancient Greek · ~1 min
4.3.12 to 4.3.13
Polybius, Ἱστορίαι 4.3.12-13
Not analysed yet
πλεοναζούσης δὲ τῆς παρουσίας τῶν πρεσβειῶν διὰ τὴν συνέχειαν τῶν ἀδικημάτων, αὐτὸς ἥξειν ἐπὶ τὴν Μεσσήνην ἔφη, δικαιολογησόμενος πρὸς τοὺς ἐγκαλοῦντας τοῖς Αἰτωλοῖς. ἐπειδὴ δὲ παρεγένετο, προσπορευομένων αὐτῷ τῶν ἠδικημένων, τοὺς μὲν διέσυρε χλευάζων, τῶν δὲ κατανίστατο, τοὺς δʼ ἐξέπληττε λοιδορῶν.