Ancient Greek · ~3 min
4.81.12 to 4.81.14
Polybius, Ἱστορίαι 4.81.12-14
Not analysed yet
ἀπὸ τῆς Λυκούργου νομοθεσίας καλλίστῃ χρησάμενοι πολιτείᾳ καὶ μεγίστην ἔχοντες δύναμιν ἕως τῆς ἐν Λεύκτροις μάχης, αὖτις ἐπὶ τἀναντία τραπείσης αὐτοῖς τῆς τύχης, καὶ τοὔμπαλιν ἐπὶ τὸ χεῖρον ἀεὶ καὶ μᾶλλον τῆς πολιτείας αὐτῶν προβαινούσης, τέλος πλείστων μὲν πόνων καὶ στάσεων ἐμφυλίων πεῖραν εἶχον, πλείστοις δʼ ἐπάλαισαν ἀναδασμοῖς καὶ φυγαῖς, πικροτάτης δὲ δουλείας πεῖραν ἔλαβον ἕως τῆς Νάβιδος τυραννίδος, οἱ τὸ πρὶν οὐδὲ τοὔνομα δυνηθέντες ἀνασχέσθαι ῥᾳδίως αὐτῆς. τὰ μὲν οὖν πάλαι καὶ τὰ πλείω περὶ Λακεδαιμονίων εἰς ἑκάτερον μέρος ὑπὸ πολλῶν εἴρηται τάδε. ἐναργέστατα δʼ ἐστὶν ἀφʼ οὗ Κλεομένης ὁλοσχερῶς κατέλυσε τὸ πάτριον πολίτευμα. νῦν δʼ ὑφʼ ἡμῶν ῥηθήσεται κατὰ τοὺς ἁρμόζοντας ἀεὶ καιρούς.