Ancient Greek · ~2 min
5.35.12 to 5.35.13
Polybius, Ἱστορίαι 5.35.12-13
Not analysed yet
διὰ ταῦτα μὲν οὖν τὴν ἐπιβολήν, ὥστʼ ἐκπέμπειν αὐτὸν μετὰ χορηγίας, ἀπεδοκίμασαν διὰ τὰς προειρημένας αἰτίας· τό γε μὴν ὀλιγωρήσαντας ἄνδρα τοιοῦτον ἐξαποστεῖλαι, πρόδηλον ἐχθρὸν καὶ πολέμιον, οὐδαμῶς ἡγοῦντο σφίσι συμφέρειν. λοιπὸν ἦν ἄκοντα κατέχειν. τοῦτο δʼ αὐτόθεν καὶ χωρὶς λόγου πάντες μὲν ἀπεδοκίμαζον, οὐκ ἀσφαλὲς νομίζοντες εἶναι λέοντι καὶ προβάτοις ὁμοῦ ποιεῖσθαι τὴν ἔπαυλιν· μάλιστα δὲ τοῦτο τὸ μέρος ὁ Σωσίβιος ὑφεωρᾶτο διά τινα τοιαύτην αἰ