Ancient Greek · ~1 min
5.46.11 to 5.46.12
Polybius, Ἱστορίαι 5.46.11-12
Not analysed yet
ἐπιλέξας δʼ ἐκ παντὸς τοῦ στρατεύματος τοὺς εὐρωστοτάτους ἱππεῖς καὶ πεζούς, ἐπὶ τῆς παρεμβολῆς ἀπολιπὼν Ζεῦξιν καὶ Πυθιάδην παρῆλθε νυκτὸς ὡς ὀγδοήκοντα σταδίους ὑποκάτω τῆς τοῦ Μόλωνος στρατοπεδείας, καὶ διακομίσας τοῖς πλοίοις τὴν δύναμιν ἀσφαλῶς νυκτὸς ἔτι κατεστρατοπέδευσε, λαβὼν εὐφυῆ τόπον, ᾧ συνέβαινε κατὰ μὲν τὸ πλεῖστον ὑπὸ τοῦ ποταμοῦ περιέχεσθαι,