Ancient Greek · ~3 min
5.48.13 to 5.48.17
Polybius, Ἱστορίαι 5.48.13-17
Not analysed yet
γενόμενος δὲ κύριος τῆς τε Βαβυλωνίας καὶ τῆς περὶ τὴν Ἐρυθρὰν θάλατταν ἧκε πρὸς Σοῦσα. τὴν μὲν οὖν πόλιν ἐξ ἐφόδου καὶ ταύτην κατέσχε, τῇ δʼ ἄκρᾳ προσβολὰς ποιούμενος οὐδὲν ἤνυε τῷ φθάσαι Διογένην τὸν στρατηγὸν εἰς αὐτὴν παρεισπεσόντα. διὸ καὶ ταύτης μὲν τῆς ἐπιβολῆς ἀπέστη, καταλιπὼν δὲ τοὺς πολιορκήσοντας κατὰ τάχος ἀνέζευξε, καὶ κατῆρε μετὰ τῆς δυνάμεως πάλιν εἰς Σελεύκειαν τὴν ἐπὶ τῷ Τίγριδι. πολλὴν δὲ ποιησάμενος ἐπιμέλειαν ἐνταῦθα τοῦ στρατοπέδου καὶ παρακαλέσας τὸ πλῆθος ὥρμησε πρὸς τὰς ἑξῆς πράξεις, καὶ τὴν μὲν Παραποταμίαν μέχρι πόλεως Εὐρώπου κατέσχε, τὴν δὲ Μεσοποταμίαν ἕως Δούρων. Ἀντίοχος δέ, τούτων αὐτῷ προσπεσόντων, ὡς ἐπάνω προεῖπον, ἀπογνοὺς τὰς κατὰ Κοίλην Συρίαν