Ancient Greek · ~3 min
5.5.11 to 5.5.15
Polybius, Ἱστορίαι 5.5.11-15
Not analysed yet
διόπερ Ἐπηράτῳ μὲν ἔγραψε τῷ τῶν Ἀχαιῶν στρατηγῷ βοηθεῖν τοῖς Μεσσηνίοις, ἀναλαβόντι τοὺς Ἀχαιούς, αὐτὸς δʼ ἀναχθεὶς ἐκ τῆς Κεφαλληνίας παρῆν δευτεραῖος εἰς Λευκάδα μετὰ τοῦ στόλου νυκτός. εὐτρεπισάμενος δὲ τὰ περὶ τὸν Διόρυκτον, καὶ ταύτῃ διακομίσας τὰς ναῦς, ἐποιεῖτο τὸν ἀπόπλουν κατὰ τὸν Ἀμβρακικὸν καλούμενον κόλπον. ὁ δὲ προειρημένος κόλπος ἐπὶ πολὺ προτείνων ἐκ τοῦ Σικελικοῦ πελάγους εἰς τοὺς μεσογαίους ἀνήκει τόπους τῆς Αἰτωλίας, καθάπερ καὶ πρότερον ἡμῖν εἴρηται. διανύσας δὲ καὶ καθορμισθεὶς βραχὺ πρὸ ἡμέρας πρὸς τῇ καλουμένῃ Λιμναίᾳ, τοῖς μὲν στρατιώταις ἀριστοποιεῖσθαι παρήγγειλε καὶ τὸ πολὺ τῆς ἀποσκευῆς ἀποθεμένους εὐζώνους σφᾶς παρασκευάζειν πρὸς ἀναζυγήν, αὐτὸς δὲ τοὺς ὁδηγοὺς ἁθροίσας τά τε περὶ τοὺς τόπους καὶ τὰς παρακει