Ancient Greek · ~1 min
5.67.12 to 5.67.13
Polybius, Ἱστορίαι 5.67.12-13
Not analysed yet
μάλιστα δὲ παρεῖχε δυσχρηστίαν ἀμφοτέροις τὰ περὶ τὸν Ἀχαιόν· Πτολεμαῖος μὲν γὰρ ἐσπούδαζε περιλαβεῖν ταῖς συνθήκαις αὐτόν, Ἀντίοχος δὲ καθάπαξ οὐδὲ λόγον ἠνείχετο περὶ τούτων, δεινὸν ἡγούμενος τὸ καὶ τολμᾶν τὸν Πτολεμαῖον περιστέλλειν τοὺς ἀποστάτας καὶ μνήμην ποιεῖσθαι περί τινος τῶν τοιούτων.