Ancient Greek · ~2 min
5.73.13 to 5.73.16
Polybius, Ἱστορίαι 5.73.13-16
Not analysed yet
οὗ συμβαίνοντος ἀναθαρρήσαντες οἱ τοῦ Γαρσυήριδος πεζοί, καίπερ ἤδη τετραμμένοι, πάλιν ἐκ μεταβολῆς ἠμύνοντο τοὺς εἰσπίπτοντας· ἐξ οὗ περιεχόμενοι πανταχόθεν οἱ Σελγεῖς τέλος εἰς φυγὴν ὥρμησαν. ἅμα δὲ τούτοις οἱ Πεδνηλισσεῖς ἐπιθέμενοι τοὺς ἐν τῷ χάρακι καταλειφθέντας ἐξέβαλον. γενομένης δὲ τῆς φυγῆς ἐπὶ πολὺν τόπον, ἔπεσον μὲν οὐκ ἐλάττους μυρίων, τῶν δὲ λοιπῶν οἱ μὲν σύμμαχοι πάντες εἰς τὴν οἰκείαν, οἱ δὲ Σελγεῖς διὰ τῆς ὀρεινῆς εἰς τὴν αὑτῶν πατρίδα κατέφυγον.