Ancient Greek · ~1 min
6.10.13 to 6.10.14
Polybius, Ἱστορίαι 6.10.13-14
Not analysed yet
Ῥωμαῖοι δὲ τὸ μὲν τέλος ταὐτὸ πεποίηνται τῆς ἐν τῇ πατρίδι καταστάσεως, οὐ μὴν διὰ λόγου, διὰ δὲ πολλῶν ἀγώνων καὶ πραγμάτων, ἐξ αὐτῆς ἀεὶ τῆς ἐν ταῖς περιπετείαις ἐπιγνώσεως αἱρούμενοι τὸ βέλτιον, οὕτως ἦλθον ἐπὶ ταὐτὸ μὲν Λυκούργῳ τέλος, κάλλιστον δὲ σύστημα τῶν καθʼ ἡμᾶς πολιτειῶν. [ξοδ. υρβ. φολ. 60 εχξ. αντ. π. 174.]