Ancient Greek · ~2 min
6.23.13 to 6.23.16
Polybius, Ἱστορίαι 6.23.13-16
Not analysed yet
ὡς πηχυαίοις τὸ μέγεθος, ὧν προστεθέντων κατὰ κορυφὴν ἅμα τοῖς ἄλλοις ὅπλοις ὁ μὲν ἀνὴρ φαίνεται διπλάσιος ἑαυτοῦ κατὰ τὸ μέγεθος, ἡ δʼ ὄψις καλὴ καὶ καταπληκτικὴ τοῖς ἐναντίοις. οἱ μὲν οὖν πολλοὶ προσλαβόντες χάλκωμα σπιθαμιαῖον πάντῃ πάντως, ὃ προστίθενται μὲν πρὸ τῶν στέρνων, καλοῦσι δὲ καρδιοφύλακα, τελείαν ἔχουσι τὴν καθόπλισιν· οἱ δʼ ὑπὲρ τὰς μυρίας τιμώμενοι δραχμὰς ἀντὶ τοῦ καρδιοφύλακος σὺν τοῖς ἄλλοις ἁλυσιδωτοὺς περιτίθενται θώρακας. ὁ δʼ αὐτὸς τρόπος τῆς καθοπλίσεώς ἐστι καὶ περὶ τοὺς πρίγκιπας καὶ τριαρίους, πλὴν ἀντὶ τῶν ὑσσῶν οἱ τριάριοι δόρατα φοροῦσιν.