Ancient Greek · ~3 min
6.39.11 to 6.39.15
Polybius, Ἱστορίαι 6.39.11-15
Not analysed yet
τοιαύτης δʼ ἐπιμελείας οὔσης καὶ σπουδῆς περί τε τὰς τιμὰς καὶ τιμωρίας τὰς ἐν τοῖς στρατοπέδοις, εἰκότως καὶ τὰ τέλη τῶν πολεμικῶν πράξεων ἐπιτυχῆ καὶ λαμπρὰ γίνεται διʼ αὐτῶν. ὀψώνιον δʼ οἱ μὲν πεζοὶ λαμβάνουσι τῆς ἡμέρας δύʼ ὀβολούς, οἱ δὲ ταξίαρχοι διπλοῦν, οἱ δʼ ἱππεῖς δραχμήν. σιτομετροῦνται δʼ οἱ μὲν πεζοὶ πυρῶν Ἀττικοῦ μεδίμνου δύο μέρη μάλιστά πως, οἱ δʼ ἱππεῖς κριθῶν μὲν ἑπτὰ μεδίμνους εἰς τὸν μῆνα, πυρῶν δὲ δύο, τῶν δὲ συμμάχων οἱ μὲν πεζοὶ τὸ ἴσον, οἱ δʼ ἱππεῖς πυρῶν μὲν μέδιμνον ἕνα καὶ τρίτον μέρος, κριθῶν δὲ πέντε. δίδοται δὲ τοῖς μὲν συμμάχοις τοῦτʼ ἐν δωρεᾷ· τοῖς δὲ Ῥωμαίοις τοῦ τε σίτου καὶ τῆς ἐσθῆτος, κἄν τινος ὅπλου προσδεηθῶσι, πάντων τούτων ὁ ταμίας τὴν τεταγμένην τιμὴν ἐκ τῶν ὀψωνίων ὑπολογίζεται.