Ancient Greek · ~2 min
6.56.14 to 6.56.15
Polybius, Ἱστορίαι 6.56.14-15
Not analysed yet
παρὰ δὲ Ῥωμαίοις κατά τε τὰς ἀρχὰς καὶ πρεσβείας πολύ τι πλῆθος χρημάτων χειρίζοντες διʼ αὐτῆς τῆς κατὰ τὸν ὅρκον πίστεως τηροῦσι τὸ καθῆκον. καὶ παρὰ μὲν τοῖς ἄλλοις σπάνιόν ἐστιν εὑρεῖν ἀπεχόμενον ἄνδρα τῶν δημοσίων καὶ καθαρεύοντα περὶ ταῦτα· παρὰ δὲ τοῖς Ῥωμαίοις σπάνιόν ἐστι τὸ λαβεῖν τινα πεφωραμένον ἐπὶ τοιαύτῃ πράξει. [ξοδ. υρβ. ηαβετ ηαεξ ϝ. π. 264, 17. 293, 5 ξυμ αντεξεδεντιβυς αρξτε ξοηαερεντια εχξ. αντ. π. 188.]