Ancient Greek · ~2 min
Book 8, ϝ. ρες ιταλιαε
Polybius, Ἱστορίαι 8.1-4
Not analysed yet
ὅτι οἱ Ταραντῖνοι διὰ τὸ τῆς εὐδαιμονίας ὑπερήφανον ἐπεκαλέσαντο Πύρρον τὸν Ἠπειρώτην· πᾶσα γὰρ ἐλευθερία μετʼ ἐξουσίας πολυχρονίου φύσιν ἔχει κόρον λαμβάνειν τῶν ὑποκειμένων, κἄπειτα ζητεῖ δεσπότην· τυχοῦσά γε μὴν τούτου ταχὺ πάλιν μισεῖ διὰ τὸ μεγάλην φαίνεσθαι τὴν πρὸς τὸ χεῖρον μεταβολήν· ὃ καὶ τότε συνέβαινε τοῖς Ταραντίνοις. [εχξ. ϝατ. π. 374 μ. 27, 2 η. 23. πᾶσα —26. μισεῖ ετιαμ ξοδ. υρβ. φολ. 114 εχτρ. μαργο.]