Ancient Greek · ~1 min
8.13.1 to 8.13.2
Polybius, Ἱστορίαι 8.13.1-2
Not analysed yet
πάλαι δὲ τῇ διανοίᾳ περὶ τὸν Λίσσον καὶ τὸν Ἀκρόλισσον ὤν, καὶ σπουδάζων ἐγκρατὴς γενέσθαι τῶν τόπων τούτων, ὥρμησε μετὰ τῆς δυνάμεως· ποιησάμενος δὲ τὴν πορείαν ἐπὶ δύʼ ἡμέρας, καὶ διελθὼν τὰ στενά, κατέζευξε παρὰ τὸν Ἀρδάξανον ποταμόν, οὐ μακρὰν τῆς πόλεως.