Ancient Greek · ~2 min
9.31.1 to 9.31.3
Polybius, Ἱστορίαι 9.31.1-3
Not analysed yet
ταῦτα μὲν οὖν εἰρήσθω μοι κατὰ τὴν ἐξ ἀρχῆς πρόθεσιν χάριν τοῦ γνῶναι πάντας ὑμᾶς διότι καὶ μὴ προεισδεδεμένους, ἀλλʼ ἐξ ἀκεραίου βουλευομένους, μᾶλλον Αἰτωλοῖς ἡμᾶς ἢ Μακεδόσιν ἐχρῆν συμμαχεῖν. εἰ δὲ καὶ προκατέχεσθε καὶ προδιειλήφατε περὶ τούτων, τίς ἔτι καταλείπεται λόγος; εἰ γὰρ συνέθεσθε τὴν νῦν ὑπάρχουσαν ὑμῖν πρὸς ἡμᾶς συμμαχίαν πρότερον τῶν ὑπʼ Ἀντιγόνου γεγονότων εἰς ὑμᾶς εὐεργετημάτων, ἴσως ἦν εἰκὸς διαπορεῖν, εἰ δέον ἐστί, τοῖς ἐπιγεγονόσιν εἴκοντας παριδεῖν τι τῶν πρότερον ὑπαρχόντων.