Ancient Greek · ~2 min
9.31.5 to 9.31.7
Polybius, Ἱστορίαι 9.31.5-7
Not analysed yet
τὰ μὲν γὰρ πρὸς Ἀντίγονον καὶ Φίλιππον ὑμῖν ὑπάρχοντα φιλάνθρωπα παρεγράφη τότε. λοιπὸν ἢ διʼ Αἰτωλῶν ἀδίκημά τι δεῖ μετὰ ταῦτα γεγονὸς εἰς ὑμᾶς δεικνύειν ἢ διὰ Μακεδόνων εὐεργεσίαν ἢ μηδετέρου τούτων ἐπιγεγονότος, πῶς, οἷς πρότερον ἐξ ἀκεραίου βουλευόμενοι δικαίως οὐ προσέσχετε, τούτων νῦν ἐντραπέντες ἀνασκευάζειν μέλλετε συνθήκας, ὅρκους, τὰς μεγίστας πίστεις παρʼ ἀνθρώποις;’ ὁ μὲν οὖν Χλαινέας τοιαῦτα διαλεχθεὶς καὶ δόξας δυσαντιρρήτως εἰρηκέναι κατέπαυσε τὸν λό