Ancient Greek
2.2 to 2.3
Polycarp, Epistula ad Philippenses 2.2-3
Not analysed yet
ὁ δὲ ἐγείρας αὐτὸν ἐκ νεκρῶν καὶ ἡμᾶς ἐγερεῖ, ἐὰν ποιῶμεν αὐτοῦ τὸ θέλημα καὶ πορευώμεθα ἐν ταῖς ἐντολαῖς αὐτοῦ καὶ ἀγαπῶμεν ἃ ἠγάπησεν, ἀπεχόμενοι πάσης ἀδικίας, πλεονεξίας, φιλαργυρίας, καταλαλιᾶς,ψευδομαρτυρίας: μὴ ἀποδιδόντες κακὸν ἀντὶ κακοῦ ἢ λοιδορίαν ἀντὶ λοιδορίας ἢ γρόνθον ἀντὶ γρόνθον ἢ κατάραν ἀντὶ κατάρας: μνημονεύοντες δὲ ὧν εἶπεν ὁ κύριος διδάσκων: Μὴ κρίνετε, ἵνα μὴ κριθῆτε: ἀφίετε, καὶ ἀφεθήσεται ὑμῖν: ἐλεᾶτε, ἵνα ἐλεηθῆτε: ᾧ μέτρῳ μετρεῖτε, ἀντιμετρηθήσεται ὑμῖν: καὶ ὅτι μακάριοι οἱ πτωχοὶ καὶ οἱ διωκόμενοι ἕνεκεν δικαιοσύνης, ὅτι αὑτῶν ἐστὶν ἡ βασιλεία τοῦ θεοῦ.