# Ad Marcellam 10

Porphyrius, Ad Marcellam, Section 10. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/porphyrius/ad-marcellam/10

τῆς μὲν οὖν ἐμῆς σκιὰς καὶ τοῦ φαινομένου εἰ- δώλου οὔτε παρόντων ὠνήσω τι οὔτ᾿ ἀπόντων ἐπώ- δυνος ἡ ἀπουσία τῇ μελετώσῃ φεύγειν ἀπὸ τοῦ σώ- ματος. ἐμοῦ δὲ καθαρῶς τύχοις ἂν μάλιστα καὶ παρ- όντος καὶ συνόντος νύκτωρ καὶ μεθʼ ἡμέραν σὺν καθαρῷ καὶ τῷ καλλίστῳ τῆς συνουσίας καὶ μηδὲ χωρισθῆναι οἵου τε ὄντος, εἰ μελετῴης εἰς ἑαυτὴν ἀναβαίνειν συλλέγουσα ἀπὸ τοῦ σώματος πάντα τὰ διασκεδασθέντα μέλη καὶ εἰς πλῆθος κατακερματι- σθέντα ἀπὸ τῆς τέως ἐν μεγέθει δυνάμεως ἰσχυού- σης ἑνώσεως. συνάγοις δʼ ἂν καὶ ἑνίζοις τὰς ἐμφύτους ἐννοίας καὶ διαρθροῦν συγκεχυμένας καὶ εἰς φῶς ἕλ- κειν ἐσκοτισμένας πειρωμένη. ἀφ᾿ ὧν ὁρμώμενος καὶ ὁ θεῖος Πλάτων ἀπὸ τῶν αἰσθητῶν ἐπὶ τὰ νοητὰ τὰς ἀνακλήσεις πεποίηται. ἔτι εἰ μνημονεύοις, διαρ- θροίης δ᾿ ἂν ἅ γε ἀκήκοας διὰ τῆς μνήμης ἀναπεμ- παζομένη τοῖς τε τοιούτοις τῶν λόγων ὡς ἀγαθοῖς συμβούλοις ἀξιοῦσα προσέχειν καὶ λοιπὸν τὰ γνω- σθέντα διὰ τῶν ἔργων ἀσκοῦσα, διὰ δʼ αὖ τοῦ πο- νεῖν συντηροῦσα.

---

Porphyrius, Ad Marcellam, ed. August Nauck. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2034.tlg005.local001/.
