# Ad Marcellam 13

Porphyrius, Ad Marcellam, Section 13. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/porphyrius/ad-marcellam/13

δι᾿ ὧν μάλιστα καὶ αὐτὸς ἐνοπτρίζεσθαι πέφυκεν, οὔτε διὰ σώματος ὁρατὸς ὢν οὔτε διὰ ψυχῆς αἰσχρᾶς καὶ ὑπὸ τῆς κακίας ἐσκοτισμένης. κάλλος γὰρ ἐκείνου τὸ ἀκή- ρατον καὶ φῶς τὸ ζωτικὸν ἀληθείᾳ διαλάμπον· κακία δὲ πᾶσα ὑπ᾿ ἀγνοίας διέψευσται καὶ ὑπὸ αἴσχους διέστραπται. ταῦτ᾿ οὖν θέλε καὶ αἰτοῦ τὸν θεὸν ἃ θέλει τε καὶ ἔστιν αὐτός, εὖ ἐκεῖνο γινώσκουσα ὡς ἐφ᾿ ὅσον τις τὸ σῶμα ποθεῖ καὶ τὰ τοῦ σώματος σύμ- φυλα, ἐπὶ τοσοῦτον ἀγνοεῖ τὸν θεὸν καὶ τῆς ἐκείνου ἐνοράσεως ἑαυτὸν ἀπεσκότισε, κἂν παρὰ πᾶσι τοῖς ἀνθρώποις ὡς θεὸς δοξάζηται. σοφὸς δὲ ἄνθρωπος ὀλίγοις γινωσκόμενος, εἰ δὲ βούλει, καὶ ὑπὸ πάντων ἀγνοούμενος, γινώσκεται ὑπὸ θεοῦ. ἑπέσθω τοίνυν ὁ μὲν νοῦς τῷ θεῷ, ἐνοπτριζόμενος τῇ ὁμοιώσει θεοῦ τῷ δὲ νῷ ἡ ψυχή· τῇ δ᾿ αὖ ψυχῇ ὑπηρετείτω τὸ σῶμα, εἰς ὅσον οἷόν τε, καθαρᾷ καθαρόν. ἀπὸ γὰρ τῶν παθῶν ταύτης μιαινόμενον εἰς αὐτὴν πάλιν ἐπανα- στρέφεται τὰ μιάσματα.

---

Porphyrius, Ad Marcellam, ed. August Nauck. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2034.tlg005.local001/.
