# Ad Marcellam 22

Porphyrius, Ad Marcellam, Section 22. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/porphyrius/ad-marcellam/22

οἱ δὲ μήτε εἶναι θεούς πι- στεύσαντες μήτε προνοίᾳ θεοῦ διοικεῖσθαι τὰ ὅλα, δίκης κόλασιν πεπόνθασι τὸ μήτε ἑαυτοῖς πιστεύειν μήθ᾿ ἑτέροις ὅτι θεοὶ εἰσὶ καὶ οὐκ ἀλόγῳ φορᾷ διοι- κεῖται τὰ πάντα. εἰς κίνδυνον οὖν ἄφατον ἑαυτούς ἐμβαλόντες ἀλόγῳ ὁρμῇ καὶ εὐδιαπτώτῳ τοῖς κατὰ τὸν βίον ἐπιτίθενται καὶ πάντα δρῶσιν ἃ μὴ θέμις, ἀναιρεῖν πειρώμενοι τὴν περὶ θεοὺς ὑπόληψιν. καὶ δὴ τούτους μὲν ἀγνοίας ἕνεκα καὶ ἀπιστίας θεοὶ δια- φεύγουσιν· αὐτοὶ δὲ θεοὺς καὶ τὴν ὀπαδὸν τῶν θεῶν Δίκην οὔτε φυγεῖν οὔτε λαθεῖν δύνανται· βίον δὲ κα- κοδαίμονα καὶ πλανήτην ἑλόμενοι ἀγνοοῦντες θεούς γινώσκονται θεοῖς καὶ τῇ δίκῃ τῇ παρὰ θεῶν.

---

Porphyrius, Ad Marcellam, ed. August Nauck. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2034.tlg005.local001/.
