# Ad Marcellam 25

Porphyrius, Ad Marcellam, Section 25. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/porphyrius/ad-marcellam/25

τρεῖς δὲ νόμοι διακεκρίσθωσαν οἵδε· εἷς μὲν ὁ τοῦ θεοῦ, ἕτερος δὲ ὁ τῆς θνητῆς φύσεως, τρίτος δὲ ὁ θετὸς κατʼ ἔθνη καὶ πόλεις. ὁ μὲν οὖν τῆς φύσεως ἀφο- ρίζων τὰ μέτρα τῶν χρειῶν τοῦ σώματος καὶ τὸ ἐν ταύταις δεικνὺς ἀναγκαῖον τὸ μάτην κὰκ περιττοῦ σπουδαζόμενον ἐλέγχει. ὁ δὲ θετός τε καὶ κατ᾿ ἔθνη διατεταγμένος κατὰ συνθήκην τὴν πρὸς ἀλλήλους κρατύνει κοινωνίαν διὰ τῆς πρὸς τὰ τεθέντα ὁμολο- γίας. ὁ δʼ αὖ θεῖος ὑπὸ μὲν τοῦ νοῦ σωτηρίας ἕνεκα ταῖς λογικαῖς ψυχαῖς κατὰ τὰς ἐννοίας διετάχθη, δι᾿ ἀληθείας δὲ τῶν ἐν αὐταῖς πεπραγμένων εὑρίσκεται. παραβαίνεται δὲ ὁ μὲν τῆς φύσεως κεναῖς δόξαις ἀγνοηθεὶς ὑπὸ τῶν τῇ ἄγαν φιλοσωματίᾳ προσκει- μένων τῷ σώματι· ὑπερβαίνεται δὲ καταφρονού- μένος ὑπὸ τῶν ὑπεράνω γινομένων τοῦ σώματος καὶ διὰ τὸ σῶμα. ὁ δὲ θετὸς καιρῷ μὲν ὑποτάττεται ἄλλοτε ἀλλοῖος γραφόμενος κατὰ τὸ βίαιον τῆς τοῦ κρατοῦντος δυναστείας, εἰς κόλασιν δὲ ἀπάγει τὸν ἁλόντα, οὔτε τοῦ λαθόντος οὔτε τῆς προαιρέσεως ἐφικέσθαι δυνάμενος ἑκάστου.

---

Porphyrius, Ad Marcellam, ed. August Nauck. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2034.tlg005.local001/.
