# Ad Marcellam 26

Porphyrius, Ad Marcellam, Section 26. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/porphyrius/ad-marcellam/26

ὁ δέ γε θεῖος ἀγνοεῖται μὲν ψυχῇ δι᾿ ἀφροσύνην καὶ ἀκολασίαν ἀκαθάρτῳ, ἐκλάμπει δὲ δι᾿ ἀπαθείας καὶ φρονήσεως. καὶ οὔτε ὑπερβῆναι τοῦτον δυνατόν, οὐδὲν γὰρ τούτου ὑπερ- άνω, οὔτ᾿ αὐτοῦ καταφρονῆσαι· οὐ γὰρ ἐκλάμψαι αὐτὸν οἷόν τε ἐν τῷ καταφρονεῖν αὐτοῦ μέλλοντι· οὔτε τύχαις καιρῶν τρέπεται, ὅτι κρείττων ἦν τῆς τύχης καὶ πάσης βίας πολυτρόπου ἰσχυρότερος. νοῦς δὲ αὐτὸν μόνος γινώσκει μεταλλεύων αὐτοῦ τὴν ἔρευναν καὶ τετυπωμένον ἐν αὑτῷ ἐξευρίσκει τροφήν τε ἀπʼ αὐτοῦ πορίζει τῇ ὥσπερ σώματι αὐτοῦ ψυχῇ. νοῦ γὰρ σῶμα ψυχὴν λογικὴν θετέον, ἣν τρέφει ὁ νοῦς τὰς ἐν αὐτῇ ἐννοίας, ἃς ἐνετύπωσε καὶ ἐνεχά- ραξεν ἐκ τῆς τοῦ θείου νόμου ἀληθείας, εἰς ἀναγνώ- ρισιν ἄγων διὰ τοῦ παρ᾿ αὐτῷ φωτός· καὶ διδάσκα- λος αὐτὸς γινόμενος καὶ σωτὴρ καὶ τροφεύς καὶ φύ- λαξ καὶ ἀναγωγός, κατὰ σιγῆς μὲν φθεγγόμενος τὴν ἀλήθειαν, τὸν δὲ θεῖον αὐτῆς ἐξελίττειν νόμον διδοὺς διὰ τῆς εἰς αὐτὸν ἐμβλέψεως ἐν ταῖς εἰς αὐτὸν ἐπι- βολαῖς ἐν αὐτῇ τετυπωμένον ἐξ ἀιδίου ἐπιγινώσκει.

---

Porphyrius, Ad Marcellam, ed. August Nauck. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2034.tlg005.local001/.
