Ancient Greek
Dfhg-Source dfhg3_PORPHYRIUS_TYRIUS
Porphyrius, Chronica 1.1
Not analysed yet
Ὁ περὶ τῆς βασιλείας Μακεδόνων λόγος διὰ τὴν ἀρετὴν Ἀλεξάνδρου καὶ Φιλίππου τοῦ πατρὸς αὐτοῦ τοῖς φιλομαθέσι περὶ ταῦτα σπουδάζουσιν ἀναγκαῖος πέφυκε. Προκείσθω γοῦν κεφαλαιωδῶς ὑπὸ μίαν σύνοψιν ἀρχόμενος ἀπὸ Καράνου τοῦ πρώτου βασιλέως Μακεδόνων ἕως Ἀλεξάνδρου. Τὸ μὲν οὖν πρῶτον γένος τοῖς βασιλεῦσι τῶν Μακεδόνων εἰς Ἡρακλέα ἀναφέρεται. Μετὰ γὰρ τὴν ἅλωσιν Τροίας ἔτεσιν πʹ Ἡρακλεῖδαι κατέσχον τὴν Πελοπόννησον, ἐξ ὧν αἰ τῶν Κορινβίων καὶ Λακεδαιμονίων βασιλεῖαι πρῶται συνέστησαν. Χρόνοις δὲ ὕστερον περὶ τὰ τέλη τούτων ἡ τῶν Μακεδόνων ἤρξατο βασιλεία οὕτως. Κάρανος (1) ὁ Ἀργεῖος ἀδελφὸς ὢν Φείδωνος, ἑνὸς τῶν ἀφ ̓ Ἡρακλέους καταγόντων τὸ γένος καὶ τῆς Ἀργείας βασιλεύοντος, σπουδάζων ἑαυτῷ χώραν κατακτήσασθαι δύναμιν ἤθροισε παρὰ τοῦ ἀδελφοῦ καὶ ἐκ τῆς ὅλης Πελοποννήσου, μεθ ̓ ὧν τοῖς ὑπὲρ Μακεδονίαν τόποις ἐπιστρατεύσας, συμμαχήσας ἅμα καί τινι τῶν Ὀρεστῶν λεγομένων δυνάστῃ περὶ τὴν χώραν κατὰ τῶν πλησιοχώρων βαρβάρων, τὴν ἡμίσειαν ἔλαβε χώραν καὶ πόλιν ἤγειρε κατὰ χρησμὸν καὶ βασιλείαν ἐν αὐτῇ συνεστήσατο, ἣν οἱ κατὰ γένος ἐξ αὐτοῦ καὶ μετ ̓ αὐτὸν διεδέχοντο. Οὗτος ὁ Κάρανος ἀπὸ μὲν Ἡρακλέους ιαʹ ἦν, ἀπὸ δὲ Τημένου τοῦ μετὰ τῶν ἄλλων Ἡρακλειδῶν κατελθόντος εἰς Πελοπόννησον ἕβδομος. Γενεαλογοῦσι δ ̓ αὐτὸν οὕτως, ὥς φησιν ὁ Διόδωρος, [καὶ add. Scalig. Perperam] οἱ πολλοὶ τῶν συγγραφέων, ὧν εἶς καὶ Θεόπομπος· Κάρανος Φείδωνος τοῦ Ἀριστοδαμίδα τοῦ Μέροπος τοῦ Θεστίου Θεοστίου codd.) τοῦ Κισσίου (Κισοῦ Β.) τοῦ Τημένου τοῦ Ἀριστομάχου τοῦ Κλεοδαίου (Κλεοδάτου Α. Κλεοδίου Β.) τοῦ Ὕλλου τοῦ Ἡρακλέους. Ἔνιοι δὲ ἄλλως, φησὶ, γενεαλογοῦσι, φάσκοντες εἶναι Κάρανον Ποίαντος τοῦ Κροίσου τοῦ Κλεοδαίου τοῦ Εὐρυβιάδα τοῦ Δεβάλλου (Δαβάλλου cod. B.) τοῦ Λαχάρους τοῦ Τημένου, ὃς καὶ κατῆλθεν εἰς Πελοπόννησον. Οὗτος ὁ κάρανος λʹ έτη ἐβασίλευσε· μεθ ̓ ὃν Κοῖνος παῖς ἔτη κηʹ. Μετὰ δὲ τοῦτον ὁ υἱὸς Τυριμμᾶς ἔτη μέ, καὶ τὴν λοιπὴν τῆς Μακεδονίας προσελάβετο χώραν, καὶ καθ ̓ ὅλου τὴν βασιλείαν ηὔξησεν. [Εἶτα Περδίκκας ἔτη μηʹ. m.] Εἶτα Ἀργεῖος παῖς (Τυριμμᾶ h. v. delet m.) ἔτη λδʹ, μεθ ̓ ὃν Φίλιππος υἱὸς Ἀργείου ἔτη λεʹ. Πρὸς οἷς Ἀλκέτας ὁ Φιλίππου υἱὸς ἔτη . . . . [Pro his scaliger: Πρὸς οἷς Ἀερόπας ὁ Φιλίππου υἱὸς ἔτη κγʹ. Ἀλκέτας ἔτη κηʹ]. Εἶτ Ἀμύντας υἱὸς Ἀλκέτου ἔτη [μβʹ suppl. Scal.] . Ἐξῆς Ἀλέξανδρος Ἀμύντου [ἔτη μδʹ Scal.] . Οὗτος κατὰ τὴν Ξέρξου διάβασιν Πέρσαις ἔδωκεν ὕδωρ καὶ γῆν, Οὗτος ἔσχε δύο υἱοὺς, Περδίκκαν καὶ Ἀμύνταν, ὧν Περδίκκας μὲν ἐβασίλευσεν ἔτη [κγʹ Scal.] . Ἀμύντας δὲ πάντα τὸν βίον ἰδιωτικῶς ζήσας κατέλιπεν υἱὸν Ἀριδαῖον, οὗ παῖς γέγονεν Ἀμύντας ἕτερος ὁμώνυμος τῷ πάππῳ, περὶ οὗ ἑξῆς λεχθήσεται, πῶς ἐπὶ τὴν βασιλείαν παρῆλθε. Μετὰ γὰρ Περδίκκαν Ἀρχέλαος ὁ υἱὸς αὐτοῦ ἐβασίλευσεν ἔτη ιδʹ, πρὸς ὃν καὶ Εὐριπίδης ὁ τραγῳδοποιὸς παραγενηθεὶς πάντα τὸν χρόνον διῆξε τιμώμενος παρ ̓ αὐτῷ. Ἀρχελάου δ ̓ ἀναιρεθέντος διεδέξατο τὴν βασιλείαν Ὀρέστης υἱὸς αὐτοῦ ἔτη δʹ. Ὃν ἀνεῖλεν Ἀερόπας (Ἀρχέλαος m.) ἐπίτροπος καὶ ἐβασίλευσε μετ ̓ αὐτὸν ἔτη δʹ. Μεθ ̓ ὃν Ἀμύντας ἔτος αʹ βασιλεύσας ὑπὸ Μακεδόνων ἐξεβλήθη. **Καὶ Ἀμύντας ὁ προρρηθεὶς καθείρχθη (1. κατήχθη) υἱὸς μὲν Ἀριδαίου τοῦ υἱοῦ Ἀμύντου τοῦ Ἀλεξάνδρου, καθ ̓ ὃν, ὡς προείρηται, γέγονεν ἡ Ξέρξου διάβασις ἐπὶ τὴν Ἑλλάδα. [supplet m. :Διεδέξατο Παυσανίας ἔτος αʹ, εἶτα Ἀμύντας ἔτη εʹ, εἶτα ἄλλος Ἀργεῖος βʹ, εἶτα ἄλλος Ἀμύντας ιβʹ.] Ἀμύντου τοίνυν τούτου βασιλεύσαντος ἔτη ιβʹ διεδέξατο τὴν ἀρχὴν Ἀλέξανδρος, υἱὸς αὐτοῦ πρῶτος, ἔτος αʹ. Μετὰ δὲ τοῦτον Πτολεμαῖος ἦρξεν ὁ λεγόμενος Ἀλωρίτης, ἀλλότριος τοῦ γένους, ἔτη [γʹ]. Τοῦτον ἀνελὼν Περδίκκας υἱὸς καὶ αὐτὸς Ἀμύντου [κατέσχεν τὴν βασιλείαν ἔτη ϛʹ. Εἶτα Φίλιππος m.] ἔτη κγʹ κρατήσας τῆς βασιλείας Μακεδόνων, δεόντως τε ἅπαντα πράξας καὶ κατὰ τάξιν μεγίστην πασῶν τῶν κατὰ τὴν Εὐρώπην ἀναδείξας τὴν Μακεδόνων ἀρχήν. Οὗτος τοὺς περὶ τὴν χώραν ἅπαντας ἐδουλώσατο πολεμίους, βουληθεὶς καὶ αὐτοὺς Ἕλληνας ὑπὸ χεῖρα πιήσασθαι, μεγάλην κτησάμενος δύναμιν, καὶ Τριβάλλους ὑποτάξας. Ἐπ ̓ αὐτοῦ Πλάτων μὲν τελευτᾷ καταγηράσας, Ἀριστοτέλης δ ̓ ὁ Σταγειρίτης Νικομάχου παῖς ἤνθει, οὗ καὶ ἀκροατὴς γέγονεν Ἀλέξανδρος ὁ Φιλίππου τούτου παῖς ἐξ Ὀλυμπιάδος γαμετῆς, ἣν Ἕλληνές φασιν ἐξ Ἀχιλλέως τοῦ Θέτιδος φέρειν τὸ γένος. Φίλιππος οὗτος πρὸ μικροῦ χρόνου τῆς τελευτῆς τὸ Βυζάντιον ἐπολιόρκησε· συμμαχούντων δὲ Βυζαντίοις Ἀθηναίων διὰ Χάρητος στρατηγοῦ ἀποτυχὼν ὁ Φίλιππος ἐπὶ Χερρόνη. Σον χωρεῖ, καὶ ταύτην λαβὼν ἐπανῆλθε. Τότε καὶ Ἀθηναίοις σπένδεται βασιλεύσας, ὡς προλέλεκται, ἔτη κγʹ, καὶ ἂναιρεθεὶς ὑπὸ Παυσανίου κατὰ τὴν ριʹ [leg. ριαʹ. Mgo: ρθʹ e Sync. Computo] ὀλυμπιάδα ἀρχομένην, καθ ̓ ἣν Ἀλέξανδρος παῖς ἐβασίλευε Μακεδόνων. Μετὰ γὰρ τὸν πατέρα Φίλιππον ἀναδέδεικται κατὰ τὸ πρῶτον ἔτος Δαρείου Ἀρσάμου Περσῶν βασιλέως, μετὰ Κῦρον γεγονότος. Μέχρι τοῦ νῦν, τῆς ἀρχῆς Ἀλεξάνδρου, γίνεται χρόνος ἀπὸ μὲν πρώτης ἀλυμπιάδος καὶ αὐτῆς ἀρχομένης, καθ ̓ ἣν Ῥωμύλος Ῥώμην κτίζει, ἔτη υκʹ [υλγʹ m.] ,ἀπὸ δὲ Τροίας ἁλώσεως ἔτη ωʹ [ωκηʹ m.] .