Ancient Greek
Dfhg-Source dfhg3_PORPHYRIUS_TYRIUS
Porphyrius, Chronica 3.1
Not analysed yet
(*)Θάπτεται οὖν τὸ σῶμα (Ἀλεξάνδρου) σταλὲν εἰς Ἀλεξάνδρειαν ὑπὸ Ἀριδαίου ἀδελφοῦ αὐτοῦ πρὸς πατρὸς, ὃς μετὰ Ἀλέξανδρον ἦρξε Μακεδόνων, μετονομασθεὶς ὑπ ̓ αὐτῶν Φίλιππος, σὺν Ἀλεξάνδρῳ ἐκ Ῥωξάνης τῆς Δαρείου (deb. Ὀξυάρτου) παιδὸς τοῦ μεγάλου Ἀλεξάνδρου, ἐγγὺς ἔτη ζʹ. Ὅσα μὲν οὖν ἐχρῆν πρὸ τῆς Ἀλεξάνδρου βασιλείας περὶ τῆς Μακεδόνων ἀρχῆς παραθέσθαι, συνοπτικῶς ἤδη προτέτακται μέχρις αὐτοῦ. Λοιπὸν δὲ καὶ τοὺς μετ ̓ αὐτὸν διαδεξαμένους τὴν ἡγεμονίαν ἐπισημοτέρους ἄξιον εἰπεῖν καὶ αὐτοὺς ἐν κεφαλαίῳ. Μετὰ τὴν Ἀλεξάνδρου τελευτὴν διαιροῦνται τὴν ἡγεμονίαν Μακεδόνων μὲν, ὡς ἥδη λέλεκται, Ἀριδαῖος ἀδελφὸς αὐτοῦ πρὸς πατρὸς ἐκ Φιλίννης τῆς Θετταλῆς, ὁ ἐπικληθεὶς Φίλιππος, πόθῳ τῶν Μακεδόνων τῷ πρὸς πατέρα Φίλιππον, καὶ Ἀλέξανδρος, παῖς Ἀλεξάνδρου ἐκ Ῥωξάνης τῆς Ὀξυάρτου. Εἶτα καὶ οἱ λοιποὶ καθ ̓ ἑαυτοὺς ἕκαστος, ὧν οἱ προὔχοντες ἦσαν Πτολεμαῖος ὁ Λάγου κληρωσάμενος τὴν Αἰγύπτου βασιλείαν, Σέλευκος ὁ Νικάτωρ [ἐπὶ] Συρίας καὶ Κιλικίας μέχρι Βαβυλῶνος, Περδίκκας ὁ λαβὼν παρὰ Ἀλεξάνδρου τὸν δακτύλιον (τὸ δακτυλίδιον G.) ἐπὶ τῆς μεγάλης τάττεται Φρυγίας, Λυσίμαχος τὴν εἰς δεξιὰ τοῖς πλέουσι τὸν Πόντον ἡγεμονίαν παραλαμβάνει, Ἀντίγονος Φρυγίας τῆς μικρᾶς καὶ Παμφυλίας καὶ Λυκίας ἄρχει, Εὐμένης Παφλαγονίας καὶ Καππαδοκίας κληροῦται, Κάσανδρος ὁ Ἀντιπάτρου σὺν τῷ πατρὶ τὴν Ἀριδαίου καὶ Ἀλεξάνδρου διοικεῖ βασιλείαν ἐν Μακεδόσι, καὶ τῆς Ἑλλάδος κρατεῖ. Ταῦτα πάντα συντρέχει κατὰ τὴν ριδʹ (1) Ὀλυμπιάδα, καθ ̓ ἣν ἀρχομένην ἢ πρὶν ἄρξασθαι τὸν Ἀριδαῖον Ὀλυμπιὰς κτείνει ἡ Ἀλεξάνδρου μήτηρ ἡ παρὰ Αἰακοῦ σταλεῖσα τοῦ βασιλέως Ἠπείρου, ἢ τοῦτον φυγοῦσα καὶ πρὸς Μακεδόνας ἐλθοῦσα· διττῶς γὰρ ἱστορεῖται. 2. Τοῦτον μὲν οὖν οὖν ἀνελοῦσα σὺν τῇ γαμετῇ ἑβδόμῳ ἔτει (2) τῆς μετὰ Ἀλέξανδρον βασιλείας αὐτοῦ, καὶ αὐτὴ μετὰ βραχὺν χρόνον ἀναιρεῖται ὑπὸ Κασάνδρου τοῦ Ἀντιπάτρου· βασιλεύει δὲ Μακεδόνων ἀρξαμένη σὺν δύν δύο παισὶν Ἀλεξάνδρου, τῷ τε ἐκ Φαρσίνης (Βαρσίνης m.) τῆς Φαρναβάζου Ἡρακλεῖ καλουμένῳ καὶ Ἀλεξάνδρῳ τῷ προρρηθέντι ἐκ Ῥωξάνης τῆς θυγατρὸς Ὀξυάρτου Βακτρῶν βασιλέως, οὓς καὶ αὐτοὺς ὁ Κάσανδρος ἀνελὼν, τὴν δὲ Ὀλυμπιάδα καὶ ἄταφον ἐκρίψας, ἑαυτὸν Μακεδόσι βασιλέα ἀνηγόρευσε, γήμας τὴν Φιλίππου τοῦ βασιλέως (γαμετὴν) Θεσσαλονίκην, καὶ βασιλεύσας ἔτη ιθʹ, φθινάδι τε νόσῳ διαλυθεὶς [ἔθανεν] ἐπὶ τρισὶν υἱοῖς, Φιλίππῳ, Ἀλεξάνδρῳ καὶ Ἀντιπάτρῳ. 3. Ὧν Φίλιππος πρῶτος ἦρξε μετὰ Κάσανδρον τὸν πατέρα Μακεδόνων, ἐν Ἐλατείᾳ θανὼν, Ἀντίπατρος δὲ Θεσσαλονίκην ἀνελὼν, τὴν ἰδίαν μητέρα, συμπράττουσαν Ἀλεξάνδρῳ τἀδελφῷ περὶ τῆς βασιλείας, εἰς Πόντον φεύγει πρὸς Λυσίμαχον καὶ ἀναιρεῖται ὑπ ̓ αὐτοῦ, καίπερ γήμας θυγατέρα αὐτοῦ. Ἀλέξανδρος δὲ Λυσάνδραν τὴν Πτολεμαίου γαμεῖ, παρὰ Δημητρίου δὲ ἀναιρεῖται τοῦ Πολιορκητοῦ, συμμαχήσειν κατὰ Ἀντιπάτρου τοῦ νεωτέρου ἀδελφοῦ τοῦτον προσκαλεσάμενος, καὶ ἄρχει Μακεδόνων Δημήτριος. Ὁ Ἀντιγόνου μὲν παῖς οὗτος, τοῦ τὴν μικρὰν κληρωσαμένου Φρυγίαν, ὡς ἀνωτέρω προείρηται, φοβερωτάτου δὲ τῶν τότε κατὰ τὴν Ἀσίαν βασιλέων, ὃς καὶ ἐν Φρυγίᾳ θνήσκει πάντων αὐτῷ διὰ φόβον (3) ἐπιτεθέντων [τῶν] δυναστῶν, ἔτη ιηʹ τῆς βασιλείας κρατήσας, Πολιορκητὴς δὲ ἐπικληθεὶς, διὰ τὸ μετὰ θάνατον Ἀντιγόνου τοῦ πατρὸς ἐν Ἐφέσῳ διασωθῆναι φυγὰς, ἡνίκ(??) τῆς ὅλης Ἀσίας ἀποσφαλεὶς ὤφθη δεινότατος ἐν τῇ πολιορκίᾳ, βασιλεύσας ἁπάντων τῶν τηνικαῦτα· οὗτος τῆς μὲν Ἀσίας τῆς μικρᾶς ἔτη ιζʹ, Μακεδόνων δὲ ζʹ ἐβασίλευσεν ἔτη μόνα, μετὰ τὸ ἀνελεῖν Ἀλέξανδρον τὸν Κασάνδρου. 4. Καὶ ἐκβάλλεται τῆς ἀρχῆς ὑπὸ Πύρρου βασιλέως Ἠπείρου, υἱοῦ μὲν Αἰακοῦ τοῦ Ἠπειρώτου δυνάστου, διαδεξαμένου τὴν Ἠπειρωτικὴν ἀρχὴν ἀπ ̓ αὐτοῦ, εἰκοστοῦ δὲ καὶ τρίτου ἀπὸ Ἀχιλλέως τοῦ Θέτιδος καὶ Πηλέως, ἀνδρὸς καὶ χειρὶ δυνατοῦ καὶ εὐβουλίας (εὐβουλίᾳ G.) στρατηγικοῦ· ὃς Πύρρος ἐκβαλὼν Δημήτριον, ὡς προσηκούσης αὐτῷ τῆς Μακεδόνων ἀρχῆς μετὰ τὸ γένος Φιλίππου διὰ Ὀλυμπιάδα τὴν Ἀλεξάνδρου τοῦ κτίστου μητέρα φέρουσαν ἐκ Πύρρου τοῦ καὶ Νεοπτολέμου παιδὸς Ἀχιλλέως τὸ γένος, ἐκράτησε Μακεδόνων μῆνας ζʹ. Λυσίμαχος δὲ ὁ Θετταλὸς, Ἀγαθοκλέους παῖς, εἷς τῶν Ἀλεξάνδρου δορυφόρων, Θρᾴκης τε καὶ Χερρονήσου τῆς λοιπῆς τε βασιλεύων ὁμόρου χώρας, τῷ Πόντῳ καὶ τῇ Μακεδονίᾳ ταύτῃ ἐπιδραμὼν ὡς γείτονι (4), Πύρρον μὲν διεδέξατο, αὐτὸς δὲ ἐβασίλευσε Μακεδόνων ἔτη εʹ (βʹ m. male) καὶ μῆνας ςʹ. Οὗτος ἡττηθεὶς ἐν τῇ πρὸς Σέλευκον τὸν Νικάτορα μάχῃ, βασιλέα Συρίας καὶ Ἀσίας, τὸν αἰχμάλωτον ἑλόντα καὶ τὸν Πολιορκητὴν Δημήτριον, ἐκπίπτει τῆς ἀρχῆς. Φανεροῦ δὴ ὄντος τοῦ τρόπου, καθ ̓ ὃν Ἀντίγονός τε ὁ τῆς μικρᾶς Φρυγίας καὶ Παμφυλίας καὶ Λυκίας ἄρξας εὐθὺς μετὰ Ἀλέξανδρον τέθνηκε, καὶ ὅπως ὁ τούτου παῖς Δημήτριος δόλῳ κρατήσας Μακεδόνων ὑπὸ Πύρρου ἐξεβλήθη, αἰχμάλωτός τε ἁλοὺς ὑπὸ Σελεύκου ἐν Κιλικίᾳ τηρούμενος βασιλικῶς θνήσκει, καὶ αὖθις ὁ Λυσίμαχος Πύρρον ἐκβαλὼν Μακεδόνων ἐβασίλευσεν ὑπὸ Σελεύκου τε τοῦ Νικάτορος καταπολεμηθεὶς ἐκπέπτωκε τῆς ἀρχῆς· ὁπολείπεται δεῖξαι καὶ Σέλευκον ὅπως τῆς βασιλείας ἔτυχε. Πτολεμαῖος ὁ Λάγου πρῶτος τῆς Αἰγύπτου μετὰ Ἀλέξανδρον βασιλεύσας ἔτη μʹ, ἐλθὼν εἰς Παλαίγαζαν συνάπτει μάχην Δημητρίῳ τῷ Ἀντιγόνου, καὶ νικήσας ἀναδείκνυσι Σέλευκον Βασιλέα Συρίας καὶ τῶν ἄνω τόπων. Σέλευκος δ ̓ ἀναβὰς μέχρι Βαβυλωνίας καὶ κρατήσας τῶν βαρβάρων βασιλεύει ἔτη λδ ̓ (λγʹ m.) · διὸ καὶ Νικάτωρ ἐπεκλήθη. 5. Τῷ γοῦν λβʹ (λγʹ m.) ἔτει τῆς βασιλείας αὐτοῦ, οεʹ (5) τῆς ὅλης ζωῆς, Λυσίμαχον ἐκβαλὼν τῆς Μακεδονικῆς ἀρχῆς, ἐπαρθεὶς δὲ ἐπὶ τῇ νίκῃ (εὐθὺς ἐπὶ τῇ νίκῃ Euseb.) καὶ αὐτὸς ἀναιρεῖται πρὸς (ὑπὸ Scal.) Πτολεμαίου τοῦ Λάγου, τοῦ Κεραυνοῦ λεγομένου, μέλλων καὶ Μακεδόνων ἄρχειν, καὶ κρατεῖ Μακεδόνων Πτολεμαῖος. 6. Οὗτος ὁ Λάγου καὶ Εὐρυδίκης παῖς τῆς Ἀντιπάτρου Σέλευκον ἀνελὼν εὐεργέτην τε ὄντα ἑαυτοῦ καὶ ἐκ φυγῆς ὑποδεξάμενον, [μετ ̓] ἔτος ἓν καὶ μῆνας εʹ ἀναι· ρεῖται καὶ αὐτὸς, Γαλάταις πολεμῶν, κατακοπεὶς μετὰ τῆς δυνάμεως καὶ τῶν ἐλεφάντων. 7. Κατὰ δὲ τοὺς χρόνους τούτους τῶν Ι ̓αλατῶν ἐπικειμένων τῇ Μακεδονίᾳ καὶ λεηλατούντων αὐτὴν, (suppl. Ex Euseb. :γίνεται ἀναρχία,) διὰ τὸ πολλοὺς ἐπεμβαίνοντας τῇ βασιλείᾳ πρὸς βραχὺ κρατεῖν καὶ ἐκπίπτειν αὐτῆς. Ὧν εἷς καὶ Μελέαγρος, ἀδελφὸς Πτολεμαίου Λάγου, πρὸς ὀλίγας ἡμέρας δυναστεύσας καὶ ἐκπεσών· ὡσαύτως δὲ καὶ Ἀντίπατρος ἡμέρας τεσσαράκοντα πέντε· μεθ ̓ οὓς Σωσθένης· ἔτι δὲ Πτολεμαῖος· πρὸς δὲ τούτοις Ἀλέξανδρος καὶ Πύρρος ὁ Ἠπειρώτης. Οἳ πάντες ἔτη τρία κατὰ Διόδωρον. 8. Ἀντίγονος ὁ Γονατᾶς ἐπικληθεὶς διὰ τὸ ἐν τὸ Γόνοις τῆς Θετταλίας τραφῆναι, υἱὸς Δημητρίου τοῦ Πολιορκητοῦ, βασιλεύει Μακεδόνων ἔτη μδʹ, προβασιλεύσας ἔτη δώδεκα (l. δέκα) τῆς Ἑλλάδος, καὶ μετὰ ταῦτα τῆς Μακεδονικῆς ἀρχῆς σὺν τῇ Ἑλλαδικῇ ἀντιποιησάμενος ἓν κράτος (l. εἰς ἓν κρ. vel ἐγκρατῶς). 9. Μετὰ τοῦτον ὁ υἱὸς Δημήτριος ἔτη ιʹ βασιλεύσας τελευτᾷ καταλιπῶν Φίλιππον υἱὸν νήπιον. 10. Τούτου ἐπίτροπος Ἀντίγονος κατασταθεὶς ὁ Δημητρίου κρατεῖ Μακεδόνων ἔτη ιβʹ, κατὰ δὲ τὸν Διόδωρον ἔτη θʹ. Μεθ ̓ ὃν ὁ Φίλιππος αὐξηθεὶς ἀπέλαβε τὴν πατρῴαν ἀρχὴν, καὶ ἦρξεν ἔτη μβʹ. 11. Τούτου τελευτήσαντος διεδέξατο τὴν ἀρχὴν Περσεὺς ἔτη ιʹ ἢ θʹ (l. μῆνας θʹ, uti est p. 282, B), κατά τινας ὕστατος βασιλεὺς Μακεδόνων γεγονὼς ὑποχείριός τε Ῥωμαίοις καὶ τὸν βίον οἰκτρῶς καταστρέψας κατὰ τοὺς χρόνους τῶν Μακκαβαίων.