# Chronica 4.1

Porphyrius, Chronica, Dfhg-Source dfhg3_PORPHYRIUS_TYRIUS. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/porphyrius/chronica/4.1

Ἡ Μακεδονικὴ βασιλεία ἀπὸ τῶν Πορφυρίου ρίου τοῦ καθ ̓ ἡμῶν φιλοσόφου. Μετὰ δὲ τὸν Ἀλέξανδρον τὸν Φιλίππου Μακεδόνων ἐβασίλευσαν οἵδε, τῆς Μακεδονίας καὶ Ἑλλάδος. — Ἡ τῶν Μακεδόνων ἀρχὴ ἄχρι τῆς ὑπὸ Ῥωμαίων καταλύσεως τοῦτον διήρκησε τὸν τρόπον. Ἀριδαῖος ὁ Φιλίππου καὶ Φιλίννης τῆς Θετταλῆς, ὃν οἱ Μακεδόνες πόθῳ τοῦ Φιλίππου γένους Φίλιππον προσαγορεύσαντες βασιλέα ἀνέδειξαν μετὰ Ἀλέξανδρον,καίπερ ἐξ ἑταίρας γεγονότα, καὶ ἄφρονα συνειδότες εἶναι, διαδέχεται τὴν ἀρχὴν, ὥσπερ ἔφαμεν, Ὀλυμπιάδος τῆς ριδʹ ἔτει δευτέρῳ (Ι). Λογίζεται δὲ αὐτῷ ἔτη ζʹ. Ἐπέζησε γὰρ ἄχρι ἑκατοστῆς πεντεκαιδεκάτης Ὀλυμπιάδος ἔτους τετάρτου. Κατέλιπε δὲ ὁ Ἀλέξανδρος παῖδας Ἡρακλέα τε ἐκ Βαρσίνης τῆς Φαρναβάζου, Ἀλέξανδρόν τε ἐκ Ῥωξάνης τῆς Ὀξυάρτου τοῦ Βάκτρων βασιλέως. 2. Ἀριδαῖον μὲν οὖν Ὀλυμπιὰς ἔκτεινεν ἡ μήτηρ Ἀλεξάνδρου· αὐτὴν δὲ καὶ τοὺς δύο παῖδας Ἀλεξάνδρου Κάσανδρος ὁ Ἀντιπάτρου ἀναιρεῖ, τὸν μὲν αὐτὸς φονεύσας, τὸν δὲ Βαρσίνης Πολυσπέρχοντα πείσας· Ὀλυμπιάδα δὲ καὶ ἄταφον ἐκρίψας, ἀνεῖπεν ἑαυτὸν Μακεδόνων βασιλέα. Καὶ ἀπὸ τοῦδε καὶ τῶν ἄλλων σατραπῶν ἕκαστος ἐβασίλευσε, τῆς ἀλεξάνδρου γενεᾶς διεφθαρμένης. Γήμας δὲ Θεσσαλονίκην τὴν Φιλίππου, βασιλεύων ἐπεβίω ἔτη ιθʹ, καὶ φθινάδι νόσῳ ἐπιπόνῳ διελύθη. 3. Τοῦτον διαδέχονται οἱ παϊδες, Φίλιππος [καὶ Ἀλέξανδρος]καὶ Ἀντίπατρος, οἵτινες ἔτη τρία καὶ μῆνας ζʹ (Ι) ἐβασίλευσαν μετὰ τὸν πατέρα· πρῶ- τος μὲν Φίλιππος, καὶ ἐν Ἐλατείᾳ ἀποθνήσκει (2)· Ἀντίπατρος δὲ Ἀλεξάνδρῳ τῷ παιδὶ συμπράττουσαν ἀνελὼν τὴν μητέρα Θεσσαλονίκην εἰς Λυσίμαχον ἔφυγε, καὶ τῶν ἐκείνου θυγατέρων γήμας τινὰ (3) ὁμοίως ἀνῃρέθη πρὸς αὐτοῦ Λυσιμάχου. Ἀλέξανδρος δὲ γαμεῖ μὲν Λυσάνδραν (4) τὴν τοῦ Πτολεμαίου, πρός τε τὸν νεώτερον (5) πολεμῶν ἀδελφὸν εἰς συμμαχίαν ἐπικαλεῖται Δημήτριον τὸν Ἀντιγόνου, ὅτῳ Πολιορκητὴς ἦν ἐπώνυμον, ἀναιρεῖταί τε ὑπ ̓ αὐτοῦ, καὶ Μακεδόσιν αὐτὸς ἄρχει Δημήτριος. Τῶν οὖν παίδων Κασάνδρου τῆς ἀρχῆς ἔτη λογίζονται ἀπὸ τοῦ τετάρτου ἔτους τῆς ἑκατοστῆς [εἰκοστῆς ἄχρι] τοῦ τρίτου ἑκατοστῆς εἰκοστῆς πρώτης Ὀλυμπιάδος. 4. Δημήτριον δὲ ἔτη βασιλεύσαντα Μακεδονίας Πύρρος ἐκβάλλει τῆς Ἠπείρου βασιλεὺς, τρίτος καὶ εἰκοστὸς (Ι) ἀπ ̓ Ἀχιλλέως τοῦ Θέτιδος ὢν, ὡς αὐτῷ προσηκούσης τῆς ἀρχῆς μετὰ τὸ Φιλίππου γένος δι ̓ Ὀλυμπιάδα τὴν Ἀλεξάνδρου μητέρα κἀκείνην ἐκ Πύρρου τοῦ [καὶ] Νεοπτολέμου γενομένην. Ἑπτὰ δὲ μῆνας (2) ἄρχει Μακεδόνων. Τῷ δὲ ὀγδόῳ τοῦτον Λυσίμαχος διαδέχεται ὁ Ἀγαθοκλέους Θετταλὸς ὢν ἐκ Κρανῶνος, καὶ Ἀλεξάνδρου γεγονὼς δορυφόρος, Θρᾴκης δὲ τότε καὶ Χερρονήσου βασιλεύων, εἰς γείτονα καὶ ὅμορον τὴν Μακεδονίαν ἐπιδραμὼν, διεδέξατο. Οὗτος Ἀρσινόῃ πεισθεὶς τῆς γυναικὶ, Ἀγαθοκλέα τὸν υἱὸν ἐκ τοῦ ζῆν ᾖρε. Βασιλεύει δὲ Μακεδονίας ἔτη εʹ, καὶ μῆνας ζʹ. Ἡττᾶται δὲ ἐν τῇ περὶ Κόρου πεδίον μάχῃ τῇ πρὸς Σέλευκον τὸν τῆς Ἀσίας βασιλέα, ὅτῳ Νικάτωρ ἐκίκλησις ἦν, ὅτε καὶ τοῦ ζῆν ἀπαλλάττεται. 5. Εὐθὺς· δ ̓ ἐπὶ τῇ νίκῃ (1) Σέλευκον Πτολεμαῖος ὁ τοῦ Λάγου καὶ Εὐρυδίκης παῖς τῆς Ἀντιπάτρου, ᾧ Κεραυνὸς ἐπίκλησις ἦν, εὐεργέτην τε ὄντα ἑαυτοῦ, καὶ ἐκ φυγῆς ὑποδεξάμενον, ἀνελὼν, ἦρχεν αὐτὸς Μακεδόσιν. Ὅσπερ Γαλάταις πολεμῶν ἀνῃρέθη, βασιλέυσας ἐνιαυτὸν καὶ μῆνὰς εʹ. 6. Τὸν δὲ Πτολεμαῖον Μελέαγρος (1) ὁ ἀδελφὸς διεδέξατο. Μακεδόνες δ ̓ αὐτὸν τῆς ἀρχῆς εὐθὺς ἐκβάλλουσιν ἄρξαντα δύο μῆνας ὡς ἀνάξιον φανέντα. Καὶ ἀντ ̓ αὐτοῦ ποιοῦνται βασιλέα Ἀντίπατρον, ἀδελφιδοῦν μὲν ὄντα Κασάνδρου, υἱὸν δὲ Φιλίππου (2), κατὰ ἀπορίαν γένους βασιλικοῦ. Πέντε δ ̓ αὐτὸν καὶ τεσσαράκοντα ἡμέραις ἄρχοντα Σωθένης τις τῶν δημοτικῶν ἐξελαύνει ὡς ἀδύνατον στρατηγεῖν, Βρέννου τοῦ Γαλάτου ἐπιόντος τοσούτου πολέμου. Καὶ αὐτὸν οἱ Μακεδόνες Ἐτησίαν ἐκάλεσαν, ὅτι χρόνῳ τοσῷδε οἱ ἐτησίαι πνέουσι. Σωσθένης δὲ Βρέννον ἐξελάσας, καὶ ὅλων δύο ἐτῶν προστὰς τῶν πραγμάτων ἀποθνήσκει. 7. Καὶ γίνεται ἀναρχία Μακεδόσι, διὰ τὸ τοὺς περὶ Ἀντίπατρον καὶ Πτολεμαῖον καὶ Ἀριδαῖον (1) ἀντιποιεῖσθαι μὲν τῶν πραγμάτων, ὁλοσχερῶς δὲ μηδένα προστῆναι, ἀπὸ δὴ τοῦ Πτολεμαίου ἐπὶ τὸ τέλος τῆς αναρχίας, τοῦτ ̓ ἔστιν, ἀπὸ ρκδʹ Ὀλυμπιάδος ἔτους τετάρτου, ἄχρι τῆς ρκςʹ, Πτολεμαιο(??) μὲν τοῦ Κεραυνοῦ βʹ, ἐνιαυτὸν καὶ μῆνας εʹ ἄρξαντος, Μελεάγρου δὲ μῆνας Ἀντιπάτρου δὲ ἡμέρας μέ, Σωσθένους δὲ ἔτη βʹ, καὶ τοῦ λοιποῦ χρόνου εἰς ἀναρχίαν λογισθέντος (2). 8. Τοῦ δ ̓. Ἀντιπάτρου τοῖς πράγμασιν ἐπιβουλεύοντος, Ἀντίγονος, ὁ Δημητρίου τοῦ Πολιορκητοῦ καὶ Φίλας τῆς Ἀντιπάτρου Θυγατρὸς θἱὸς, μεταποιεῖται τῆς ἀρχῆς, ὃς ἐν Γόνοις τῆς Θετταλίας γενόμενός τε καὶ τραφεὶς Γονατᾶς ἐπεκαλεῖτο (1). Λογίζεται δὲ αὐτῷ τὰ πάντα ἔτη τῆς βασιλείας τέσσαρα καὶ τεσσαράκοντα. Ἦν γὰρ βασιλεὺς καὶ πρὶν τῆς Μακεδονίας κρατῆσαι, ὅλοις ἔτεσι δέκα πρότερον. Οὗτός ἐστιν ὁ τὴν Ἑλλάδα ἐγκρατῶς χειρωσάμενος. Καὶ βιοῖ μὲν τὰ πάντα ἔτη τρία καὶ ὀγδοήκοντα, τελευτᾷ δὲ τῆς ρλεʹ Ὀλυμπιάδος ἔτει πρώτῳ (2). 9. Ὅν διαδέχεται υἱὸς Δημήτριος, ὃς καὶ πᾶσαν τὴν Λιβύην ἔλαβε, Κυρήνης τε ἐκράτησε, καὶ κατέσχεν ἐτῶν δέκα (Ι). Γήμας δέ τινα τῶν αἰχμαλώτων, καὶ Χρυσηίδα προσειπὼν, Φίλιππον ἐξ αὐτῆς ἔσχε τὸν πρῶτον πολεμήσαντα Ῥωμαίοις καὶ κακῶν αἴτιον Μακεδόσι γενόμενον. 10. Φίλιππον μὲν οὖν ὀρφανευόμενον ἐπετρόπευεν Ἀντίγονος ἕτερος ἐκ τοῦ βασιλείου γένους, ᾧ Φοῦσκος ἐπώνυμον ἦν. Δίκαιον δὲ τὸν Φοῦσκον εἰς τὴν ἐπιτροπὴν ὁρῶντες οἱ Μακεδόνες ἐστήσαντο βασιλεύειν, καὶ τὴν Χρυσηίδα (Ι) αὐτῷ ἥρμοσαν. Ὁ δὲ παίδων γενομένων ἐκ τῆς Χρυσηίδος, οὐκ ἀνεθρέψατο, τὴν ἀρχὴν τῷ Φιλίππῳ περισώζων (παρασ. Scal.), ᾧ δὴ καὶ παρέδωκεν ἀποθνήσκων, ἐπιτροπεύσας μὲν ἐπ ̓ ἔτη ιδʹ (2), ζήσας δὲ πάντα ἔτη μδʹ. Ἦν δὲ (3) τοῦ Δημητρίου υἱὸς, ὃν οἱ Μακεδόνες Καλὸν ἐπωνόμαζον. [ὁ δὲ Φίλιππος] χωρὶς τοῦ ἐπιτρόπου ἀπὸ τῆς ρμʹ Ὀλυμπιάδος ἄρχειν ἤρξατο· καὶ ἐβασίλευσεν ἔτεσιν ὅλοις δύο καὶ μʹ· τελευτᾷ δὲ δευτέρῳ ἔτει τῆς ρνθʹ (l. ρνʹ) Ὀλυμπιάδος, νηʹ τὰ ὅλα βιοὺς ἔτη. 11. Περσεὺς δὲ υἱὸς τοῦ Φιλίππου Δημήτριον τὸν ἀδελφὸν ταῖς πρὸς τὸν πατέρα αὐτοῦ διαβολαῖς ἀποκτείνας βασιλεύει ἔτεσι δέκα καὶ μησὶν ὀκτώ. Ἐπὶ γὰρ τῆς ρνβʹ Ὀλυμπιάδος τοῦ τετάρτου ἔτους Λεύκιος Αἰμίλιος πρὸς (στρατηγὸς ς. Ὕπατος̣) τοὺς Μακεδόνας περὶ τὴν Πύδναν εἷλε κατὰ κράτος. Περσεὺς δὲ τὴν Σαμοθρᾴκην ἔφυγεν. Εἶτα ἑκουσίως παρέδωκεν ἑαυτὸν δέσμιον τοῖς πολεμίοις, κἀκεῖθεν εἰς Ἄλβην μετατεθεὶς καὶ τηρούμενος μετὰ πέντε ἔτη ἐτελεύτα. 12. Τὰ δὴ τῶν Μακεδόνων ἐπὶ τούτου κατελύθη. Καὶ αὐτοὺς Ῥωμαῑοι τότε μὲν αὐτονόμους ἀφῆκεν, αἰδούμενοι δόξαν ἀγαθὴν καὶ μέγεθος ἀρχῆς τῆς Μακεδόνων. 13. Ἔτει δὲ ἐννεακαιδεκάτῳ, ἐπὶ τῆς ρνζʹ Ὀλυμπιάδος, εἰς ἔτος τρίτον, Ἀνδρίσκος τις υἱὸν ἑαυτὸν ψευσάμενος εἶναι Περσέως, καὶ Φίλιππον ἑαυτὸν μετονομάσας, καθ ̓ (καὶ cod. παρ ̓ Scal.) ὃ καὶ Ψευδοφίλιππος ἐκαλεῖτο, κρατεῖ Μακεδονίας, Θρᾷκας λαβὼν συμμάχους. Ἐνιαυτὸν δὲ κρατήσας, ἐκ παρατάξεως μὲν [ἡττηθεὶς] φεύγει εἰς τοὺς Θρᾷκας, ἔκδοτος δὲ παρ ̓ ἐκείνων δοθεὶς ἀναπέμπεται δέσμιος εἰς τὴν Ῥώμην. 14. Ῥωμαῖοι δὲ Μακεδόνας ἀχαρίστους γενομένους, διὰ τὸν συλλαβέσθαι τῷ Ψευδοφιλίππῳ, ὑποφόρους ἐποίησαν, ἔτει τετάρτῳ τῆς ρνζʹ Ὀλυμπιάδος. Γίνονται οὖν μετ ̓ Ἀλέξανδρον τὸν μέγαν ἀπὸ τῆς ριδʹ Ὀλυμπιάδος ἔτους δευτέρου, ἄχρι τῆς ρνζʹ τετάρτου ἔτους, ἐν ᾧ κατεδουλώθησαν Μακεδόνες, τὰ πάντα ἔτη ροδʹ, ἔτους τῆς Μακεδονικῆς βασιλείας ροδʹ. 15. αʹ Ἀριδαῖος ὁ καὶ Φίλιππος ἔτη ζʹ. βʹ Κάσσανδρος ἔτη ιθʹ. γʹ Κασσάνδρου παῖδες ἔτη γʹ, μῆνας ζʹ. δʹ Δημήτριος ὁ Πολιορκητὴς ἔτη ζʹ. εʹ Πύρρος μῆνας ζʹ (l. ζʹ) ζʹ Λυσίμαχος ἔτη εʹ, μῆνας εʹ (supra ζʹ). ζʹ Πτολεμαῖος ὁ Κεραυνὸς ἔτος αʹ, μῆνας εʹ. ηʹ Μελέαγρος (ἔτος αʹ, quod dele), μῆνας βʹ. θʹ Ἀντίπατρος Λυσιμάχου (supra Φιλίππου) ἔτος αʹ (l. ὁ Ἐτησίας), ἡμέρας μεʹ. ιʹ Σωσθένης ἔτη βʹ. ιαʹ Ἀναρχίας ἔτος αʹ μῆνες βʹ. (aliter latin.) ιδʹ Ἀντίγονος ὁ Γονατᾶς ἔτη λδʹ. ιγʹ Δημήτριος ὁ Καλὸς ἔτη ιʹ. ιδʹ Ἀντίγονος ὁ Φοῦσκος ἔτη ιδʹ. ιεʹ Φίλιππος ἔτη μδʹ. ιζʹ Περσεὺς ἔτη ιʹ, μῆνας ηʹ. ιζʹ Αὐτονομίας ἔτη ιθʹ. ιηʹ ψευδοφίλιππος ἔτος αʹ.

---

PORPHYRIUS TYRIUS, Chronica. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2034.tlg010.local002/.
