# Chronica 6

Porphyrius, Chronica, Dfhg-Source dfhg3_PORPHYRIUS_TYRIUS. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/porphyrius/chronica/6

Ἀσίας καὶ Συρίας βασιλεῖς οἱ μετὰ τὸν μέγαν Ἀλέξανδρον. 1. Φιλίππου τοῦ [καὶ] Ἀριδαίου ἕκτον ἔτος κατάγοντος (ἄγοντος Scal.) τῆς βασιλείας ἐπὶ τῆς ἑκατοστῆς πεντεκαιδεκάτης Ὀλυμπιάδος ἔτει τρίτῳ Ἀντίγονος ὁ πρῶτος ἐβασίλευσε τῆς Ἀσίας καὶ ἦρξε μὲν ἔτεσιν ὀκτωκαίδεκα, τὰ πάντα βιώσας ἓξ καὶ ὀγδοήκοντα (1). Φοβερώτατος δὲ τῶν τότε βασιλέων γέγονε· καὶ θνήσκει περὶ τὴν Φρυγίαν, πάντων αὐτῷ διὰ φόβον τῶν δυναστῶν ἐπιθεμένων, τετάρτῳ ἔτει τῆς ἑκατοστῆς ἐννεακαιδεκάτης Ὀλυμπιάδος (2). 2. Ὁ δὲ υἱὸς αὐτοῦ Δημήτριος φυγὰς εἰς τὴν Ἔφεσον διεσώθη· καὶ τῆς Ἀσίας ἁπάσης ἀποσφαλεὶς, πάντων δεινότατος βασιλεὺς ἔδοξεν εἷναι ἐν τῇ πολιορκίᾳ· ἀφ ̓ οὗ δὴ καὶ Πολιορκητὴς ἐπεκλήθη. Βασιλεύει δὲ καὶ αὐτὸς ἔτη ιζʹ. (Excidit folium.) [Syncell. p. 273, D: Δημήτριον τὸν Πολιορκητὴν ὁ Σέλευκος λαβῶν ἐν Κιλικίᾳ βασιλικῶς τηρεῖσθαι προσέταξεν, ἕως θανάτου ὑπὸ χεῖρα τὴν τῆς Ἀσίας ἀρχὴν κτησάμενος.] 4. [Syncell. p. 266, C : Πτολεμαῖος ὁ Λάγου πρῶτος τῆς Αἰγύπτου μετὰ Ἀλέξανδρον βασιλεύσας ἔτη μʹ, ἐλθὼν εἰς Παλαίγαζαν συνάπτει μάχην Δημητρίῳ τῷ Ἀντιγόνου, καὶ νικήσας ἀναδείκνυσι Σέλευκον βασιλέα Συρίας καὶ τῶν ἄων τόπων. Σέλευκος δ ̓ ἀναβὰς μέχρι Βαβυλωνίας καὶ κρατήσας τῶν βαρβάρων βασιλεύει ἔτη λβʹ· διὸ καὶ Νικάνωρ ἐπεκλήθη.]

---

PORPHYRIUS TYRIUS, Chronica. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2034.tlg010.local002/.
