# De abstinentia 10-4

Porphyrius, De abstinentia, ΒΙΒΛΙΟΝ ΤΕΤΑΡΤΟΝ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/porphyrius/de-abstinentia/10-4

προσγέγονε δʼ αὐτοῖς οὐχ ἧττον τῶν εἰρημένων κἀκεῖνο εἰς πίστιν τοῦ σεβάσματος καὶ τὰ ζῷα. τὴν γὰρ ψυχὴν ἀπολυθεῖσαν τοῦ σώματος κατέλαβον παντὸς ζῴου λογικήν τε οὖσαν καὶ προ- γνωστικὴν τοῦ μέλλοντος καὶ χρηματιστικὴν δραστν- κήν τε πάντων, ὧν καὶ ἄνθρωπος ἀπολυθείς. διʼ ὃ εἰκότως ἐτίμησαν καὶ ὡς οἷόν τέ ἐστιν ἀπέσχοντο αὐτῶν. πολλοῦ δὲ ὄντος λόγου διʼ ἣν αἰτίαν διὰ τῶν ζῴων οἱ Αἰγύπτιοι τοὺς θεοὺς ἐσέφθησαν καὶ μείζονος τῆς παρούσης πραγματείας, ἀρκεῖ τὰ δε- δηλωμένα περὶ αὐτῶν. ἐκεῖνο μέντοι οὐ παραπεμ- πτέον, ὅτι τοὺς ἀποθανόντας τῶν εὖ γεγονότων ὅταν ταριχεύωσιν, ἰδίᾳ τὴν κοιλίαν ἐξελόντες καὶ εἰς κιβωτὸν ἐνθέντες, μετὰ τῶν ἄλλων ὧν διαπράτ- τονται ὑπὲρ τοῦ νεκροῦ, καὶ τὴν κιβωτὸν κρατοῦν- τες πρὸς τὸν ἤλιον μαρτύρονται; ἑνὸς τῶν ὑπὲρ τοῦ νεκροῦ ποιουμένου λόγον τῶν ταριχευτῶν. ἔστι δὲ καὶ ὁ λόγος, ὃν ἡρμήνευσεν Ἔκφαντος ἐκ τῆς πατρίου διαλέκτου, τοιοῦτος “ὦ δέσποτα ἥλιε καὶ θεοὶ πάντες οἱ τὴν ζωὴν τοῖς ἀνθρώποις δόντες, προσδέξασθέ με καὶ παράδοτε τοῖς ἀιδίοις θεοῖς σύν- οικον. ἐγὼ γὰρ τοὺς θεούς, οὓς οἱ γονεῖς μοι παρέδειξαν, εὐσεβῶν διετέλουν ὅσον χρόνον ἐν τῷ ἐκείνων αἰῶνι τὸν βίον εἶχον, τούς τε τὸ σῶμιά μου γεννήσαντας ἐτίμων ἀεί· τῶν τε ἄλλων ἀνθρώπων οὐδένα οὔτε ἀπέκτεινα οὔτε παρακαταθήκην ἀπε- στέρησα οὔτε ἄλλο οὐδὲν ἀνήκεστον διεπραξάμην. εἰ δέ τι ἄρα κατὰ τὸν ἐμαυτοῦ βίον ἥμαρτον ἢ φα- γὼν ἢ πιὼν ὧν μὴ θεμιτὸν ἦν, οὐ διʼ ἐμαυτὸν ἥμαρτον, ἀλλὰ διὰ ταῦτα” δείξας τὴν κιβωτόν, ἐν ἡ γαστὴρ ἦν. καὶ ταῦτα εἰπὼν εἰς τὸν ποταμὸν ἀφίησι, τὸ δὲ ἄλλο σῶμα ὡς καθαρὸν ταριχεύει. οὕτως ἀπολογίας δεῖσθαι ᾠήθησαν πρὸς τὸ θεῖον ὑπὲρ ὧν ἔφαγον καὶ ἔπιον, καὶ διὰ ταῦτα ὑβρίσαι.

---

Porphyrius, De abstinentia, ed. August Nauck. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2034.tlg003.local001/.
