# De abstinentia 11-3

Porphyrius, De abstinentia, ΒΙΒΛΙΟΝ ΤΡΙΤΟΝ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/porphyrius/de-abstinentia/11-3

τὰ δὲ συναγελαστικὰ ὅπως τηρεῖ τὸ δίκαιον τὸ πρὸς ἄλληλα, τίς ἀγνοεῖ; τοῦτο μὲν μυρμήκων ἕκαστον, τοῦτο δὲ καὶ μελιττῶν καὶ τῶν ὁμοίων. τίς δὲ σωφροσύνης φαττῶν πρὸς τούς συνοίκους, αἳ καὶ μοιχευθεῖσαι ἀναιροῦσιν εἰ λάβοιεν τὸν μοιχεύσαντα, ἢ τῆς τῶν πελαρ- γῶν δικαιοσύνης πρὸς τοὺς τεκόντας ἀνήκοος; ἐξέχει γὰρ ἐν ἑκάστῳ ἰδία τις ἀρετὴ πρὸς ἣν πε- φυσίωται, οὔτε τῆς φύσεως οὔτε τοῦ βεβαίου διὰ τοῦτο ἀφαιρουμένου αὐτῶν τὸ λογικόν· ἐκεῖνο γὰρ ἐλέγχειν δεῖ, εἰ μὴ τὰ ἔργα ἀρετῶν καὶ λογικῆς ἐντρεχείας οἰκεῖα. εἰ δὲ μὴ συνίεμεν πῶς πράττε- ται διὰ τὸ μὴ εἰσδύνειν αὐτῶν εἰς τὸν λογισμὸν δύνασθαι, οὐ μέντοι διὰ τοῦτο ἀλογίαν αὐτῶν κατη- γορήσομεν. οὐδὲ γὰρ θεοῦ τις εἰς τὸν νοῦν δια- δύναι δύναται· ἐκ δὲ τῶν ἔργων τοῦ θεοῦ συνῃνέ- σαμεν τοῖς νοερὸν καὶ λογικὸν αὐτὸν ἀποφηναμέ- νοις.

---

Porphyrius, De abstinentia, ed. August Nauck. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2034.tlg003.local001/.
