# De abstinentia 12-4

Porphyrius, De abstinentia, ΒΙΒΛΙΟΝ ΤΕΤΑΡΤΟΝ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/porphyrius/de-abstinentia/12-4

πρός γε μὴν τὸ θεῖον ἰδίως εὐσεβεῖς. πρὶν γὰρ ἀνασχεῖν τὸν ἣλιον οὐδὲν φθέγγονται τῶν βεβήλων, πατρίους δέ τινας εἰς αὐτὸν εὐχάς, ὥσπερ ἱκετεύοντες ἀνατεῖλαι. μετὰ ταῦτα πρὸς ἅς ἕκαστοι τέχνας ἴσασιν ὑπὸ τῶν ἐπιμελητῶν ἀφίενται, καὶ μέχρι πέμπτης ὥρας ἐργασάμενοι συντόνως ἔπειτα πάλιν εἰς ἕν ἀθροίζονται χωρίον, ζωσάμενοί τε σκε- πάσμασι λινοῖς οὕτως ἀπολούονται τὸ σῶμα ψυχροῖς ὕδασι, καὶ μετὰ ταύτην τὴν ἁγνείαν εἰς ἴδιον οἴκημα συνίασιν, ἔνθα μηδενὶ τῶν ἑτεροδόξων ἐπιτέτραπται παρελθεῖν· αὐτοί τε καθαροὶ καθάπερ εἰς ἅγιόν τι τέμενος παραγίνονται τὸ δειπνητήριον. καθισάντων δὲ μεθʼ ἡσυχίας ὁ μὲν σιτοποιὸς ἐν τάξει παρατίθη- σιν ἄρτους, ὁ δὲ μάγειρος ἓν ἀγγεῖον ἐξ ἑνὸς ἐδέ- σματος ἑκάστῳ. προκατεύχεται δʼ ὁ ἱερεὺς τῆς τρο- φῆς ἁγνῆς οὔσης καὶ καθαρᾶς, καὶ γεύσασθαί τινα πρὶν τῆς εὐχῆς ἀθέμιτον· ἀριστοποιησάμενος δʼ ἐπεύ- χεται πάλιν, ἀρχόμενοί τε καὶ παυόμενοι γεραίρουσι τὸν θεόν. ἔπειθʼ ὡς ἱερὰς καταθέμενοι τὰς ἐσθῆτας πάλιν ἐπʼ ἔργα μέχρι δείλης τρέπονται. δειπνοῦσι δʼ ὑποστρέψαντες ὁμοίως, συγκαθεζομένων τῶν ξέ- νων, εἰ τύχοιεν αὐτοῖς παρόντες. οὔτε δὲ κραυγή ποτε τὸν οἶκον οὔτε θόρυβος μιαίνει, τὰς δὲ λαλιὰς ἐν τάξει παραχωροῦσιν ἀλλήλοις, καὶ τοῖς ἔξωθεν ὡς μυστήριόν τι φρικτὸν ἡ τῶν ἔνδον σιωπὴ καταφαί- νεται. τούτου δʼ σἴτιον ἡ διηνεκὴς νῆψις καὶ τὸ με- τρεῖσθαι παρʼ αὐτοῖς τροφὴν καὶ ποτὸν μέχρι κόρου. τῷ δὲ ζηλοῦντι τὴν αἵρεσιν οὐκ εὐθὺς ἡ πάροδος, ἀλλʼ ἐπʼ ἐνιαυτὸν ἔξω μένοντι τὴν αὐτὴν ὑποτίθεν- ται δίαιταν, ἀξινάριόν τε καὶ περίζωμα δόντες καὶ λευκὴν ἐσθῆτα. ἐπειδὰν δὲ τούτῳ τῷ χρόνῳ πεῖραν ἐγκρατείας δῷ, πρόσεισι μὲν ἔγγιον τῇ διαίτῃ καὶ καθαρώτερον τῶν πρὸς ἁγνείαν ὑδάτων μεταλαμβά- νει, παραλαμβάνεται δὲ εἰς τὰς συμβιώσεις οὐδέπω μετὰ γὰρ τὴν τῆς καρτερίας ἐπίδειξιν δυσὶν ἄλλοις ἔτεσι τὸ ἦθος δοκιμάζεται, καὶ φανεὶς ἄξιος οὕτως εἰς τὸν ὅμιλον ἐγκρίνεται·

---

Porphyrius, De abstinentia, ed. August Nauck. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2034.tlg003.local001/.
