# De abstinentia 13-2

Porphyrius, De abstinentia, IBΔIΟN ΔΕΥΤΕΡΟΝ. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/porphyrius/de-abstinentia/13-2

ἀλλʼ ἴσως τις ἂν εἴποι ὅτι καὶ τῶν φυτῶν ἀφαιροῦμέν τι· οὔ; οὐχ ὁμοία ἡ ἀφαί- ρεσις· οὐ γὰρ παρὰ ἀκόντων. καὶ γὰρ ἡμῶν ἐασάν- των αὐτά, μεθίει τοὺς καρπούς· καὶ ἡ τῶν καρπῶν λῆψις οὐ μετʼ ἀπωλείας αὐτῶν, καθάπερ ὅταν τὰ ζῷα τὴν ψυχὴν πρόηται. καὶ τὴν παρὰ τῶν μελιττῶν δὲ τοῦ καρποῦ παραληψιν ἐκ τῶν πόνων ἡμῶν γιγνομέ- νην, κοινὴν ἔχειν προσήκει καὶ τὴν ὄνησιν. συνά- γουσι γὰρ αἱ μέλιτται ἐκ τῶν φυτῶν τὸ μέλι, ἡμεῖς δὲ αὐτῶν ἐπιμελούμεθα. διʼ ὃ καὶ δεῖ οὕτω μερίζε- σθαι, ὡς μηδεμίαν αὐταῖς γίγνεσθαι βλάβην. τὸ δʼ ἄχρηστον μὲν ἐκείναις, ἡμῖν δὲ χρήσιμον εἴη ἂν μι- σθὸς ὁ παρʼ ἐκείνων. ἀφεκτέον ἄρα τῶν ζῴων ἐν ταῖς θυσίαις. καὶ γὰρ ἄλλως πάντα μὲν τῶν θεῶν ἐστίν, ἡμῶν δὲ δοκοῦσιν εἶναι οἱ καρποί· ἡμεῖς γὰρ καὶ σπεί- ρομεν αὐτοὺς καὶ φυτεύομεν κοί ταῖς ἄλλαις ἐπιμελεί- αις ἀνατρέφομεν. θυτέον οὖν ἑκ τῶν ἡμετέρων, οὐ τῶν ἀλλοτρίων· ἐπεὶ καὶ τὸ εὐδάπανον καὶ εὐπόριστον τοῦ δυσπορίστου ὁσιώτερον καὶ θεοῖς κεχαρισμένον, καὶ τὸ ῥᾷστον τοῖς θύουσιν πρὸς συνεχῆ εὐσέβειαν ἕτοιμον. τὸ τοίνυν μήθʼ ὅσιον μήτʼ εὐδάπανον οὐ πάνυ θυ- τέον, εἰ καὶ παρείη.

---

Porphyrius, De abstinentia, ed. August Nauck. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2034.tlg003.local001/.
