# De abstinentia 19-3

Porphyrius, De abstinentia, ΒΙΒΛΙΟΝ ΤΡΙΤΟΝ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/porphyrius/de-abstinentia/19-3

ὁ δὲ ἀξιῶν ἡμᾶς ὄψῳ μὴ χρῆσθαι βοΐ, μηδὲ πνεῦμα καὶ ζωὴν διολ- λύντας καὶ διαφθείροντας ἡδύσματα πλησμονῆς καὶ καλλωπίσματα προστίθεσθαι τραπέζης, τίνος ἀναγ- καίου πρὸς σωτηρίαν ἢ καλοῦ πρὸς ἀρετὴν ἀφαι- ρεῖται τὸν βίον; οὐ μὴν ἀλλὰ καὶ τοῖς ζῴοις τὰ φυτὰ παραβάλλειν κομιδῇ βίαιον. τὰ μὲν γὰρ αἰσθάνε- σθαι πέφυκε καὶ ἀλγεῖν καὶ φοβεῖσθαι καὶ βλάπτε- σθαι, διʼ ὃ καὶ ἀδικεῖσθαι· τοῖς δὲ οὐθέν ἐστιν αἰσθητόν, οὕτως δὲ οὐδὲ ἀλλότριον οὐδὲ κακὸν οὐδὲ βλάβη τις οὐδὲ ἀδικία. καὶ γὰρ οἰκειώσεως πάσης καὶ ἀλλοτριώσεως ἀρχὴ τὸ αἰσθάνεσθαι. τὴν δὲ οἰ- κείωσιν ἀρχὴν τίθενται δικαιοσύνης οἱ ἀπὸ Ζήνω- νος. πῶς δὲ οὐκ ἄλογον, πολλούς τῶν ἀνθρώπων ἐπʼ αἰσθήσει μόνον ζῶντας ὁρῶντας, νοῦν δὲ καὶ λόγον οὐκ ἔχοντας, πολλούς δὲ πάλιν ὠμότητι καὶ θυμῷ καὶ πλεονεξίᾳ τὰ φοβερώτατα τῶν θηρίων ὑπερβεβληκότας, παιδοφόνους καὶ πατροκτόνους, τυράννους καὶ βασιλέων ὑπουργούς, πρὸς μὲν τού- τους οἴεσθαι δίκαιόν τι εἶναι ἡμῖν, πρὸς δὲ τὸν ἀρο- τῆρα βοῦν καὶ τὸν σύντροφον κύνα καὶ τὰ γάλακτι μὲν τρέφοντα, κουρᾷ δὲ κοσμοῦντα θρέμματα μη- δὲν εἶναι, πῶς οὐ παραλογώτατόν ἐστιν;

---

Porphyrius, De abstinentia, ed. August Nauck. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2034.tlg003.local001/.
