# De abstinentia 19-4

Porphyrius, De abstinentia, ΒΙΒΛΙΟΝ ΤΕΤΑΡΤΟΝ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/porphyrius/de-abstinentia/19-4

μικροῦ με παρῆλθε καὶ τὸ Εὐριπίδειον παραθέσθαι, ὅς τοὺς ἐν Κρήτῃ τοῦ Διὸς προφήτας ἀπέχεσθαι φησὶ διὰ τούτων· λέγουσι δʼ οἱ κατὰ τὸν χορὸν πρὸς τὸν Μίνω· Φοινικογενοῦς παῖ τῆς Τυρίας τέκνον Εὐρώπας καὶ τοῦ μεγάλου Ζανός, ἀνάσσων Κρήτης ἑκατομπτολιέθρου· ἥκω ζαθέους ναοὺς προλιπών, οὕς αὐθιγενὴς τμηθεῖσα δοκὸς στεγανοὺς παρέχει Χαλύβῳ πελέκει καὶ ταυροδέτῳ κόλλῃ κραθεῖσʼ ἀτρεκεῖς ἁρμοὺς κυπαρίσσου. ἁγνὸν δὲ βίον τείνομεν ἐξ οὗ Διὸς Ἰδαίου μύστης γενόμην, καὶ νυκτιπόλου Ζαγρέως βροντὰς τάς τʼ ὠμοφάγους δαίτας τελέσας μητρί τʼ ὀρείῳ δᾷδας ἀνασχὼν καὶ Κουρήτων βάκχος ἐκλήθην ὁσιωθείς. πάλλευκα δʼ ἔχων εἵματα φεύγω γένεσίν τε βροτῶν καὶ νεκροθήκης οὐ χριμπτόμενος τήν τʼ ἐμψύχων βρῶσιν ἐδεστῶν πεφύλαγμαι.

---

Porphyrius, De abstinentia, ed. August Nauck. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2034.tlg003.local001/.
