# De abstinentia 2-2

Porphyrius, De abstinentia, IBΔIΟN ΔΕΥΤΕΡΟΝ. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/porphyrius/de-abstinentia/2-2

πρῶτον μὲν γὰρ οὐ φαμὲν εἶναι ἀκόλουθον τῷ ἀναιρεῖν τὰ ζῷα τὸ δεῖν ἐξ ἀνάγκης αὐτὰ καὶ ἐσθίειν, οὐδʼ ὁ τὸ ἕτερον διδούς, λέγω δὲ τὸ σφάττειν, τίθησι πάντως καὶ τὸ ἐσθίειν. αὐτίκα πολεμίους μὲν ἐπιόν- τας οἱ νόμοι ἀμύνεσθαι συνεχώρησαν, ἐσθίειν δʼ οὐ - τοὺς οὐκέτʼ εἶναι κατʼ ἄνθρωπον δέδοκται. δεύτερον οὐκ εἰ δαίμοσιν ἢ θεοῖς ἢ τισι δυνάμεσιν θῦσαί τι τῶν ἐμψύχων προσήκει διά τινας αἰτίας εἴτε γνω- στὰς εἴτε καὶ ἀγνώστους ἀνθρώποις, διὰ τοῦτο παὶ θοινᾶσθαι ἐξ ἀνάγκης δεῖ τὰ ζῷα. δειχθήσεται γὰρ ἄνθρωπος παραλαμβανόμενος ἐν θύμασι καὶ ζῷα, ὧν οὐκ ἄν τις οὐδὲ τῶν εἰωθότων σαρκοφαγεῖν ἀνθρώ- πων ὑπομείνειεν ἂν γεύσασθαι. καὶ μὴν ἐπὶ τοῦ φο- νεύειν ζῷα τὸ αὐτὸ παρορᾶται πλημμέλημα. οὐ γὰρ εἴ τινα δεῖ, καὶ πάντα, ὡς οὐδʼ εἰ τὰ ἄλογα ζῷα, πάν- τως καὶ ἀνθρώπους.

---

Porphyrius, De abstinentia, ed. August Nauck. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2034.tlg003.local001/.
