# De abstinentia 21.1

Porphyrius, De abstinentia, ΒΙΒΛΙΟΝ ΤΡΙΤΟΝ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/porphyrius/de-abstinentia/21.1

ναί, φασίν, ἀλλʼ ὡς τῷ θνητῷ τὸ ἀθάνατον ἀντίκειται καὶ τῷ φθαρτῷ τὸ ἄφθαρτον καὶ σώματί γε τὸ ἀσώματον, οὕτως ὑπάρχοντί γε τῷ λογικῷ χρῆναι τὸ ἄλογον ἀντικεῖσθαι καὶ ἀνθυπάρ- χειν, καὶ μὴ μόνην ἐν τοσοῖσδε συζυγίαις ἀτελῆ τήνδε λείπεσθαι καὶ πεπηρωμένην, ὥσπερ ἡμῶν μὴ τοῦτο συγχωρούντων ἢ πολύ τὸ ἄλογον ἐπιδεικνύν- των ἐν τοῖς οὖσιν. πολύ γὰρ δήπου καὶ ἄφθονον ἐν πᾶσι τοῖς ψυχῆς ἀμοιροῦσι, καὶ οὐδὲν ἑτέρας δεόμεθα πρὸς τὸ λογικὸν ἀντιθέσεως· ἀλλὰ πᾶν εὐ- θὺς τὸ ἄψυχον, ἄλογον ὂν καὶ ἀνόητον, ἀντίκειται τῷ μετὰ ψυχῆς λόγον ἔχοντι καὶ διάνοιαν. εἰ δέ τις ἀξιοῖ μὴ κολοβὸν εἶναι τὴν φύσιν, ἀλλὰ τὴν ἔμ- ψυχον φύσιν ἔχειν τὸ μὲν λογικόν, τὸ δὲ ἄλογον, ἕτερος ἀξιώσει τὴν ἔμψυχον φύσιν ἔχειν τὸ μὲν φαν- ταστικόν, τὸ δὲ ἀφαντασίωτον, καὶ τὸ μὲν αἰσθη- τικόν, τὸ δὲ ἀναίσθητον, ἵνα δὴ τὰς ἀντιζύγους ταύτας καὶ ἀντιθέτους ἕξεις καὶ στερήσεις περὶ ταὐ- τὸν ἡ φύσις ἔχῃ γένος, οἷον ἰσορρόπους. ἀλλʼ ἄτοπον τοῦτό γε. εἰ δὲ ἄτοπος ὁ ζητῶν τοῦ ἐμψύ- χου τὸ μὲν αἰσθανόμενον, τὸ δὲ ἀναίσθητον εἶναι, καὶ τὸ μὲν φαντασιούμενον, τὸ δὲ ἀφαντασίωτον, ὅτι πᾶν ἔμψυχον αἰσθητικὸν εὐθὺς εἶναι καὶ φαν- ταστικὸν πέφυκεν, οὐδʼ οὕτως ἐπιεικῶς ἀπαιτήσει τὸ μὲν λογικὸν εἶναι τοῦ ἐμψύχου, τὸ δὲ ἄλογον, πρὸς ἀνθρώπους διαλεγόμενος μηθὲν οἰομένους αἰ- σθήσεως μετέχειν ὃ μὴ καὶ συνέσεως, μηδʼ εἶναι ζῷον ᾧ μὴ δόξα τις καὶ λογισμὸς ὥσπερ αἴσθησις καὶ ὁρμὴ κατὰ φύσιν πάρεστιν. ἡ γὰρ φύσις, ἣν ἕνεκά του καὶ πρός τι πάντα ποιεῖν ὀρθῶς λέγου- σιν, οὐκ ἐπὶ ψιλῷ τῷ πάσχειν καὶ αἰσθάνεσθαι τὸ ζῷον αἰσθητικὸν ἐποίησεν, ἀλλὰ ὄντων μὲν οἰκείων πρὸς αὐτὸ πολλῶν, ὄντων δὲ ἀλλοτρίων, οὐδὲ ἀκα- ρὲς ἦν περιεῖναι μὴ μαθόντι τὰ μὲν φυλάττεσθαι, τοῖς δὲ συμφέρεσθαι. τὴν μὲν οἦν γνῶσιν ἀμφοῖν ὁμοίως ἡ αἴσθησις ἑκάστῳ παρέχει, τὰς δὲ ἑπομένας τῇ αἰσθήσει τῶν μὲν ὠφελίμων λήψεις καὶ διώξεις, διακρούσεις δὲ καὶ φυγὰς τῶν ὀλεθρίων καὶ λυπη- ρῶν, οὐδεμία μηχανὴ παρεῖναι τοῖς μὴ λογίζεσθαί τι καὶ κρίνειν καὶ μνημονεύειν καὶ προσέχειν πε- φυκόσιν. ὧν γὰρ ἂν ἀφέλῃς παντάπασι προσδοκίαν, μνήμη, πρόθεσιν, παρασκευήν, τὸ ἐλπίζειν, τὸ δεδοικέναι, τὸ ἐπιθυμεῖν, τὸ ἀσχάλλειν, οὔτε ὀμ- μάτων ὄφελος παρόντων οὔτε ὤτων, αἰσθήσεως τε πάσης καὶ φαντασίας τὸ χρώμενον οὐκ ἐχούσης ἀπηλλάχθαι βέλτιον ἢ πονεῖν καὶ λυπεῖσθαι καὶ ἀλ- γεῖν, ᾧ διακρούσεται ταῦτα μὴ παρόντος. καίτοι Στράτωνός γε τοῦ φυσικοῦ λόγος ἐστὶν ἀποδεικνύων, ὡς οὐδὲ αἰσθάνεσθαι τὸ παράπαν ἄνευ τοῦ νοεῖν ὑπάρχει. καὶ γὰρ γράμματα πολλάκις ἐπιπορευο- μένους τῇ ὄψει καὶ λόγοι προσπίπτοντες τῇ ἀκοῇ διαλανθάνουσιν ἡμᾶς καὶ διαφεύγουσι πρὸς ἑτέροις τὸν νοῦν ἔχοντας· εἶτʼ αὖθις ἐπανῆλθεν καὶ μετα- θεῖ καὶ διώκει τῶν προειρημένων ἕκαστον ἀναλε- γόμενος· ᾗ καὶ λέλεκται, νοῦς ὁρᾷ, νοῦς ἀκούει, τὰ δʼ ἄλλα κωφὰ καὶ τυφλά ὡς τοῦ περὶ τὰ ὄμματα καὶ τὰ ὦτα πάθους, ἂν μὴ παρῇ τὸ φρονοῦν, αἴσθησιν οὐ ποιοῦντος. διʼ ὃ καὶ Κλεομένης ὁ βασιλεὺς παρὰ πότον εὐδοκιμοῦν- τος ἀκροάματος, ἐρωτηθεὶς εἴ οἱ φαίνεται σπουδαῖον, ἐκέλευεν ἐκείνους σκοπεῖν, αὐτὸς γὰρ ἐν Πελοπον- νήσῳ τὸν νοῦν ἔχειν. ὅθεν ἀνάγκη πᾶσιν οἷς τὸ αἰσθάνεσθαι, καὶ τὸ νοεῖν ὑπάρχειν.

---

Porphyrius, De abstinentia, ed. August Nauck. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2034.tlg003.local001/.
