# De abstinentia 23-3

Porphyrius, De abstinentia, ΒΙΒΛΙΟΝ ΤΡΙΤΟΝ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/porphyrius/de-abstinentia/23-3

ὁ δὲ ἀξιῶν τὸ μὴ πεφυκὸς ὀρθότητα λόγου δέχεσθαι μηδὲ λόγον δέχεσθαι φύσει, πρῶτον μὲν οὐδὲν διαφέρει τοῦ μήτε πίθηκον αἴσχους φύ- σει μετέχειν μήτε χελώνην βραδυτῆτος ἀξιοῦντος, ὅτι μηδὲ κάλλους ἐπιδεκτικὰ μηδὲ τάχους ἐστίν. ἔπειτα τὴν διαφορὰν ἐμποδών οὖσαν οὐ συνορᾷ. λόγος μὲν γὰρ ἐγγίνεται φύσει, σπουδαῖος δὲ ὁ λόγος καὶ τέλειος ἐξ ἐπιμελείας καὶ διδασκαλίας. διʼ τοῦ λογικοῦ πᾶσι τοῖς ἐμψύχοις μέτεστι, τὴν δὲ ὀρ- θότητα καὶ σοφίαν οὐδὲ ἄνθρωπον εἰπεῖν κεκτημέ- νον ἔχουσι, κἂν μυρίοι δὲ ὦσιν. ὥσπερ ὄψεώς ἐστιν πρὸς ὄψιν διαφορὰ καὶ πτήσεως πρὸς πτῆσιν· οὐ γὰρ ὁμοίως ἑέρακες βλέπουσι καὶ τέττιγες, οὐδὲ ἀετοὶ πέτονται καὶ πέρδικες· οὕτως οὐδὲ παντὶ λο- γικῷ μέτεστιν ὡσαύτως τῆς δεχομένης τὸ ἄκρον εὐστροφίας καὶ ὀξύτητος. ἐπιδείγματά γε πολλὰ κοι- νωνίας καὶ ἀνδρείας καὶ τοῦ πανούργου περὶ τούς πορισμούς καὶ τὰς οἰκονομίας, ὥσπερ᾿ αὖ καὶ τῶν ἐναντίων, ἀδικίας, δειλίας, ἀβελτερίας, ἔνεστιν αὐ- τοῖς. ὅθεν καὶ ζητήσεις τινὲς συνίστανεαι, τῶν μὲν τὰ χερσαῖα προῆχθαι λεγόντων, τῶν δὲ τὰ θαλάττια. καὶ δῆλόν ἐστι παραβαλλομένων ἵππων χερσαίων τοῖς ποταμίοις· οἱ μὲν γὰρ τρέφουσι τούς πατέρας, οἱ δὲ κτείνουσιν, ἵνα τὰς μητέρας ὀχεύωσι· καὶ πε- ριστεραῖς πάλιν περδίκων· οἱ μὲν γὰρ ἀφανίζουσι τὰ ᾠὰ καὶ διαφθείρουσι, τῆς θηλείας, ὅταν ἐπῳάζῃ, μὴ προσδεχομένης τὴν ὀχείαν οἱ δὲ καὶ διαδέχονται τὴν ἐπιμέλειαν ἐν μέρει θάλποντες, καὶ ψωμίζουσι πρότεροι τὰ νεόττια, καὶ τὴν θήλειαν, ἂν πλείονα χρόνον ἀποπλανηθῇ, κόπτων ὁ ἄρρην εἰσελαύνει πρὸς τὰ ᾠὰ καὶ τούς νεοττούς. ὄνοις δὲ καὶ προ- βάτοις Ἀντίπατρος ἐγκαλῶν ὀλιγωρίαν καθαριότη- τος, οὐλ οἶδ᾿ ὅπως παρεῖδε τὰς λύγκας καὶ τὰς χε- λιδόνας· ὧν αἱ μὲν ἐκτοπίζουσι παντάπασι κρύπτου- σαι καὶ ἀφανίζουσαι τὸ λυγκούριον, αἱ δὲ χελι- δόνες ἔξω στρεφομένους διδάσκουσαι τούς νεοττούς ἀφιέναι τὸ περίττωμα. καὶ μὴν δένδρον δένδρου οὐ λέγομεν ἀμαθέστερον, ὡς κυνὸς πρόβατον, οὐδὲ λαχάνου λάχανον ἀνανδρότερον, ὡς ἔλαφον λέον- τος· ἢ καθάπερ ἐν τοῖς ἀκινήτοις ἕτερον ἑτέρου βρα- δύτερον οὐκ ἔστιν, οὐδὲ μικροφωνότερον ἐν τοῖς ἀναύδοις, οὕτως οὐδὲ δειλότερον οὐδὲ νωθρότερον οὐδὲ ἀκρατέστερον, ὅπου μὴ φύσει πᾶσιν ἡ τοῦ φρονεῖν δύναμις, ἄλλοις δὲ ἄλλως κατὰ τὸ μᾶλλον καὶ ἧττον παροῦσα τὰς ὁρωμένας διαφορὰς πεποί- ηκεν. ἀλλʼ οὐ θαυμαστὸν ὅσον ἄνθρωπος εὐμα- θείᾳ καὶ ἀγχινοίᾳ καὶ τοῖς περὶ δικαιοσύνην καὶ κοινωνίαν διαφέρει τῶν ζῴων. καὶ γὰρ ἐκείνων πολλὰ τοῦτο μὲν μεγέθει καὶ ποδωκείᾳ, τοῦτο δὲ ὄψεως ῥώμῃ καὶ ἀκοῆς ἀκριβείᾳ πάντας ἀνθρώπους ἀπολέλοιπεν ἀλλʼ οὐ διὰ τοῦτο κωφὸς οὐδὲ τυφλὸς οὐδὲ ἀδύνατος ὁ ἄνθρωπός ἐστιν ἀλλὰ καὶ θέομεν, εἰ καὶ βραδύτερον ἐλάφων, καὶ βλέπομεν, εἰ καὶ χεῖρον ἱεράκων· ἰσχύος τε καὶ μεγέθους ἡ φύσις ἡμᾶς οὐκ ἀπεστέρησεν, καίτοι τὸ μηδὲν ἐν τούτοις πρὸς ἐλέφαντα καὶ κάμηλον ὄντας. οὐκοῦν ὁμοίως μηδὲ τὰ θηρία λέγωμεν, εἰ νωθρότερον φρονεῖ καὶ κάκιον διανοεῖται, μὴ διανοεῖσθαι μηδὲ φρονεῖν ὅλως μηδὲ κεκτῆσθαι λόγον, ἀσθενῆ δὲ κεκτῆσθαι καὶ θολερόν, ὥσπερ ὀφθαλμὸν ἀμβλυώττοντα καὶ τεταραγμένον.

---

Porphyrius, De abstinentia, ed. August Nauck. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2034.tlg003.local001/.
