# De abstinentia 24-3

Porphyrius, De abstinentia, ΒΙΒΛΙΟΝ ΤΡΙΤΟΝ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/porphyrius/de-abstinentia/24-3

εἰ δὲ μὴ πολλὰ ἦν πολλοῖς συνηγ- μένα καὶ εἰρημένα, μυρία ἂν παρηγάγομεν εἰς ἐπί- δειξιν τῆς τῶν ζῴων εὐφυΐας. ἐκεῖνο δʼ ἔτι σκε- πτέον. ἔοικεν γὰρ τοῦ πεφυκότος ἢ μέρους ἢ δυνά- μεως κατὰ φύσιν τι δέχεσθαι, τοῦ αὐτοῦ εἶναι καὶ εἰς τὸ παρὰ φύσιν ἐμπίπτειν πηρωθὲν ἢ νοσῆσαν, ὥσπερ ὀφθαλμοῦ μὲν εἰς τυφλότητα ἐμπίπτειν, σκέ- λους δὲ εἰς χωλότητα, καὶ γλώττης εἰς ψελλότητα, ἄλλου δὲ μηδενός. οὐ γὰρ ἔστι τυφλότης μὴ πεφυ- κότος ὁρᾶν, οὐδὲ χωλότης μὴ πεφυκότος βαδίζειν, ψελλόν τε καὶ ἄναυδον καὶ τραυλὸν μὴ γλῶσσαν ἐχόντων οὐδʼ ἂν παραπαίοντα ἢ παράφρονα εἴποις οὐδὲ μαινόμενον, ᾧ μὴ τὸ φρονεῖν καὶ διανοεῖσθαι καὶ λογίζεσθαι κατὰ φύσιν ὑπῆρχεν. οὐ γὰρ ἔστιν ἐν πάθει γενέσθαι μὴ κεκτημένον δύναμιν, ἧς τὸ πά- θος ἢ στέρησις ἢ πήρωσις ἤ τις ἄλλη κάκωσίς ἔστιν. ἀλλὰ μὴν ἐντετύχηκάς γε λυττώσαις κυσίν, ἔτι δὲ καὶ ἵπποις· ἔνιοι δὲ καὶ βοῦς φασὶ μαίνεσθαι καὶ ἀλώπεκας. ἀρκεῖ δὲ τὸ τῶν κυνῶν ἀναμφισβή- τητον γάρ ἐστι, καὶ μαρτυρεῖ λόγον καὶ διάνοιαν ἔχειν οὐ φαύλην τὸ ζῷον, ἧς ταραττομένης καὶ συγ- χεομένης ἡ λεγομένη λύσσα καὶ μανία πάθος ἐστίν. οὕτε γὰρ ὄψιν ἀλλοιουμένην αὐτοῖς οὔτε ἀκοὴν ὁρῶ- μεν, ἀλλʼ ὥσπερ ἀνθρώπου μελαγχολῶντος ἢ πα- ρακόπτοντος ὁ μὴ λέγων ἐξεστάναι καὶ διεφθορέναι τὸ φρονοῦν καὶ λογιζόμενον καὶ μνημονεῦον ἄτοπός ἐστιν· καὶ γὰρ ἡ συνήθεια ταῦτά τε κατηγορεῖ τῶν παραφρονούντων, μὴ εἶναι παρʼ αὐτοῖς ἀλλὰ ἐκ- πεπτωκέναι τῶν λογισμῶν· οὕτως ὁ τούς λυττῶντας κύνας ἄλλο τι πεπονθέναι νομίζων, ἀλλʼ οὐχὶ τοῦ φρονεῖν πεφυκότος καὶ λογίζεσθαι καὶ μνημονεύειν ἀναπεπλησμένου ταραχῆς καὶ παραπεπτωκότος, ἀγνο- εἰν τὰ φίλτατα πρόσωπα καὶ φεύγειν τὰς συν- τρόφους διαίτας, ἢ παρορᾶν τὸ φαινόμενον ἔοικεν ἢ συνορῶν τὸ γιγνόμενον ἔξ αὐτοῦ φιλονεικεῖν πρὸς τὴν ἀλήθειαν. τὰ μὲν δὴ τοῦ Πλουτάρχου ἐν πολλοῖς βιβλίοις πρὸς τούς ἀπὸ τῆς στοὰς καὶ τοῦ περιπάτου εἰς ἀπάντησιν εἰρημένα ἐστὶν τοιαῦτα. Θεόφραστος δὲ καὶ τοιούτῳ κέχρηται λόγῳ.

---

Porphyrius, De abstinentia, ed. August Nauck. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2034.tlg003.local001/.
