# De abstinentia 26-2

Porphyrius, De abstinentia, IBΔIΟN ΔΕΥΤΕΡΟΝ. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/porphyrius/de-abstinentia/26-2

καίτοι Σύρων μὲν Ἰουδαῖοι διὰ τὴν ἐξ ἀρχῆς θυσίαν ἔτι καὶ νῦν, φησὶν ὁ Θεόφρα- στος, ζῳοθυτοῦντες εἰ τὸν αὐτὸν ἡμᾶς τρόπον κε- λεύοιεν θύειν, ἀποσταίημεν ἂν τῆς πράξεως. oὐ γὰρ ἑστιώμενοι τῶν τυθέντων, ὁλοκαυτοῦντες δὲ ταῦτα νυκτὸς καὶ κατʼ αὐτῶν πολὺ μέλι καὶ οἶνον λείβοντες ἀνήλισκον τὴν θυσίαν θᾶττον, ἕνα τοῦ δει- νοῦ μὴ ὁ πανόπτης γένοιτο θεατής. καὶ τοῦτο δρῶ- σιν νηστεύοντες τὰς ἀνὰ μέσον τούτων ἡμέρας· κατὰ δὲ πάντα τοῦτον τὸν χρόνον, ἅτε φιλόσοφοι τὸ γέ- νος ὄντες, περὶ τοῦ θείου μὲν ἀλλήλοις λαλοῦσι, τῆς δὲ νυκτὸς τῶν ἄστρων ποιοῦνται τὴνθεωρίαν, βλέποντες εἰς αὐτὰ καὶ διὰ τῶν εὐχῶν θεοκλυτοῦν- τες. κατήρξαντο γὰρ οὗτοι πρῶτοι τῶν τε λοιπῶν ζῴων καὶ σφῶν αὐτῶν, ἀνάγκᾐ καὶ οὐκ ἐπιθτν- μίᾳ τοῦτο πράξαντες. μάθοι δʼ ἄν τις ἐπιβλέψας τοὺς λογιωτάτους πάντων Αἰγυπτίους, οἳ τοσοῦτον ἀπεῖχον τοῦ φονεύειν τι τῶν λοιπῶν ζῴων, ὥστε τὰς τούτων εἰκόνας μιμήματα τῶν θεῶν ἐποιοῦντο. οὕτως οἰκεῖα καὶ συγγενῆ ταῦτα τοῖς θεοῖς ἐνόμιζον εἶναι καὶ τοῖς ἀνθρώποις.

---

Porphyrius, De abstinentia, ed. August Nauck. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2034.tlg003.local001/.
