Ancient Greek
ΒΙΒΛΙΟΝ ΤΡΙΤΟΝ.
Porphyrius, De abstinentia 26.1
Not analysed yet
ὥστε συγγενῶν ὄν- των, εἰ φαίνοιτο κατὰ Πυθαγόραν καὶ ψυχὴν τὴν αὐτὴν εἰληχότα, δικαίως ἄν τις ἀσεβὴς κρίνοιτο τῶν οἰκείων τῆς ἀδικίας μὴ ἀπεχόμενος. οὐ μὴν ὅτι τινὰ ἄγρια αὐτῶν, διὰ τοῦτο τὸ οἰκεῖον ἀποκέ- κοπται. οὐθὲν γὰρ ἧττον, ἀλλὰ καὶ μᾶλλον τῶν ἀνθρώπων ἔνιοι κακοποιοί τε τῶν πλησίον εἰσὶ καὶ φέρονται πρὸς τὸ βλάπτειν τὸν ἐντυχόντα καθάπερ ὑπό τινος πνοῆς τῆς ἰδίας φύσεως καὶ μοχθηρίας· διʼ ὃ καὶ ἀναιροῦμεν τούτους, οὐ μέντοι ἀποκόπτο- μεν τὴν πρὸς τὸ ἥμερον σχέσιν. οὕτως οὖν, εἰ κα τῶν ζῴων τινὰ ἄγρια, ἐκεῖνα μὲν ὡς τοιαῦτα ἀναν- ρετέον καθάπερ καὶ τούς τοιούτους ἀνθρώπους, τῆς δὲ πρὸς τὰ λοιπὰ καὶ ἡμερώτερα σχέσεως οὐκ ἀπο- στατέον· ἑκατέρως δὲ οὐδέτερα βρωτέον, ὡς οὐδὲ τοὺς ἀδίκους τῶν ἀνθρώπων. νῦν δὲ πολύ τὸ ἄδι- κον ποιοῦμεν ἀναιροῦντες μὲν καὶ τὰ ἥμερα, ὅτι καὶ τὰ ἄγρια καὶ τὰ ἄδικα, ἐσθίοντες δὲ τὰ ἥμερα· κατʼ ἄμφω γὰρ ἄδικοι, ὅτι ἥμερα ὄντα ἀναιροῦμεν καὶ ὅτι ταῦτα θοινώμεθα, καὶ ψιλῶς ὁ τούτων θά- νατος εἰς τὴν βορὰν ἔχει τὴν ἀναφοράν. προσθείη δʼ ἄν τις τούτοις καὶ τὰ τοιαῦτα. ὁ γὰρ λέγων ὅτι. ὁ παρεκτείνων τὸ δίκαιον ἄχρι τῶν ζῴων φθείρει τὸ δίκαιον, ἀγνοεῖ ὡς αὐτὸς οὐ τὴν δικαιοσύνην διασώζει, ἀλλʼ ἡδονὴν ἐπαύξει, ἥ ἐστι δικαιοσύνῃ πολέμιον. ἡδονῆς γοῦν οὔσης τέλους, δείκνυται δικαιοσύνη ἀναιρουμένη. ἐπεὶ ὅτι τὸ δίκαιον συναύ- ξεται διὰ τῆς ἀποχῆς τίνι οὐ δῆλον; ὁ γὰρ ἀπεχό- μενος παντὸς ἐμψύχου, κὰν μὴ τῶν συμβαλλόντων αὐτῷ εἰς κοινωνίαν, πολλῷ μᾶλλον πρὸς τὸ ὁμο- γενὲς τῆς βλάβης ἀφέξεται. οὐ γὰρ ὁ τὸ γένος φι- λῶν τὸ εἶδος μισήσει, ἀλλὰ μᾶλλον ὅσῳ μεῖζον τὸ γένος τὸ τῶν ζῴων, τοσούτῳ καὶ πρὸς τὸ μέρος καὶ τὸ οἰκεῖον ταύτην διασώσει. ὁ τοίνυν τὴν οἰκείω- σιν πεποιημένος πρὸς τὸ ζῷον, οὗτος καὶ τό τι ζῷον οὐκ ἀδικήσει· ὁ δὲ μόνον περιγράψας ἐν ἀνθρώπῳ τὸ δίκαιον ἕτοιμός ἐστιν ὡς ἐν στενῷ ἀπορρῖψαι τὴν ἔφεξιν τῆς ἀδικίας. ὥστε καὶ τοῦ Σωκρατικοῦ ὄψου ἥδιον τὸ Πυθαγόρειον. ὁ μὲν γὰρ ὄψον τροφῆς τὸ πεινῆν ἔλεγε, Πυθαγόρας δὲ τὸ μηθένα ἀδικεῖν καὶ ἐφηδύνειν δικαιοσύνῃ τὸ ὄψον. ἡ γὰρ φυγὴ τῆς ἐμψύχου τροφῆς φυγὴ ἦν τῶν περὶ τὴν τροφὴν ἀδικημάτων. οὐ γὰρ δὴ μὴ μετὰ κακώσεως ἑτέρου τὴν ἑαυτῶν σωτηρίαν ἀμήχανον ἡμῖν ὁ θεὸς ἐποίη- σεν· ἐπεὶ οὕτω γε τὴν φύσιν ἡμῖν ἀρχὴν ἀδικίας προσετίθει· μήποτε δὲ καὶ ἀγνοεῖν οὗτοι ἐοίκασι τὸ ἰδίωμα τῆς δικαιοσύνης, ὅσοι ἐκ τῆς πρὸς ἀνθρώ- πους οἰκειώσεως εἰσάγειν ταύτην ᾠήθησαν· αὕτη μὲν γὰρ φιλανθρωπία τις ἂν εἴη. ἡ δὲ δικαιοσύνη ἐν τῷ ἀφεκτικῷ καὶ ἀβλαβεῖ κεῖται παντὸς ὅτου οὖν τοῦ μὴ βλάπτοντος. καὶ οὕτως γε νοεῖται ὁ δίκαιος, οὐκ ἐκείνως· ὡς διατείνειν τὴν δικαιοσύνην καὶ ἄχρι τῶν ἐμψύχων κειμένην ἐν τῷ ἀβλαβεῖ. διʼ ὃ καὶ ἡ οὐσία αὐτῆς ἐν τῷ τὸ λογιστικὸν ἄρχειν τοῦ ἀλόγου, ἕπεσθαι δὲ τὸ ἄλογον. ἄρχοντος γὰρ τού- του, τοῦ δʼ ἑπομένου, πᾶσα ἀνάγκη ἀβλαβῆ εἶναι πρὸς πᾶν ὅτι οὖν ἄνθρωπον. συνεσταλμένων γὰρ τῶν παθῶν καὶ τῶν ἐπιθυμιῶν καὶ ὀργῶν μεμα- ρασμένων, τοῦ δὲ λογισμοῦ τὴν οἰκείαν ἔχοντος ἀρχήν, εὐθύς ἡ ὁμοίωσις ἕπεται ἡ πρὸς τὸ κρεῖτ- τον. τὸ δὲ ἐν τῷ παντὶ κρεῖττον πάντως ἦν ἀβλα- βές, καὶ αὐτὸ μὲν διὰ δύναμιν καὶ σωστικὸν πάν- των καὶ εὐποιητικὸν πάντων καὶ ἀπροσδεὲς πάν- των· ἡμεῖς δὲ διὰ μὲν δικαιοσύνην ἀβλαβεῖς πάν- των, διὰ δὲ τὸ θνητὸν ἐνδεεῖς τῶν ἀναγκαίων. ἡ δὲ τῶν ἀναγκαίων λῆψις οὐ βλάπτει οὔτε φυτά, ὅταν ἃ ἀποβάλλουσι λἅβωμεν, οὔτε καρπούς, ὅταν τεθνηκότων χρησώμεθα τοῖς καρποῖς, οὔτε πρόβατα, ὅταν διὰ τῆς κουρᾶς αὐτὰ μᾶλλον ὀνήσωμεν καὶ τοῦ γάλακτος κοινωνήσωμεν παρέχοντες αὐτοῖς τὴν ἐξ ἡμῶν ἐπιμέλειαν. διʼ ὃ προσπίπτει ὁ δίκαιος οἷον ἐλαττωτικὸς ἑαυτοῦ τῶν κατὰ σῶμα, οὐκ ἀδικεῖ δὲ ἑαυτόν· αὔξεται γὰρ τῇ τούτου παιδαγωγίᾳ καὶ ἐγκρα- τείᾳ τὸ ἐντὸς ἀγαθόν, τοῦτʼ ἔστιν ἡ πρὸς θεὸν ὁμοίωσις.